Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.914
Not analysed yet
Diogenianus apud Eusebium praep. ev. VI p. 263 c. Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τῆς ἐν ἅπασιν εἱμαρμένης τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δήποτε αἰτίας. ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. οὕτω δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’ ὧν ἐπιτελεῖται. καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίζει. Theodoret. VI 11 p. 86, 51.