Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.925
Not analysed yet
Diogenianus apud Eusebium praep. evang. VI p. 261c. [πρῶτα δὴ οὖν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενιανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα·] Ἄξιον δὲ ἐπὶ τούτοις πᾶσι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωϊκῷ περὶ τοῦ λόγου τοῦδε. οὗτος γὰρ ἐν τῷ πρώτῳ περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ’ ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις· (Il. Ψ 78. 79) ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ. καὶ· (Il. Υ 127. 128) ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ· καὶ· (Il. Ζ. 488) Μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. Cf. p. 262d. οὐ μὴν οὐδ’ ἐκεῖνο συνιδεῖν ἠδυνήθη, τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ’ ἐν ἐκείνοις τοῖς ἔπεσι (supra adscriptis) συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλὰ μᾶλλον τὸ τινὰ κατ’ ἐκείνην συμβαίνειν ἐξ αὐτῶν ὑποβάλλων εὑρεθήσεται. p. 263b. ὥστ’ οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον ὁ Χρύσιππος ἐν τῷ πάντα καθ’ εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον.