Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.934
Not analysed yet
Plotinus Ennead. III lib. I 4 (Vol. I p. 164 Mü.) . ἀλλ’ ἆρα μία τις ψυχὴ διὰ παντὸς διήκουσα περαίνει τὰ πάντα, ἑκάστου ταύτῃ κινουμένου, ὡς μέρους, ᾗ τὸ ὅλον ἄγει; φερομένων δὲ ἐκεῖθεν τῶν αἰτίων ἀκολουθεῖν ἀνάγκη τὴν [του] τῶν ἐφεξῆς συνέχειαν καὶ συμπλοκὴν ⟨καὶ⟩ εἱμαρμένην· οἷον εἰ, φυτοῦ ἐκ ῥίζης τὴν ἀρχὴν ἔχοντος, τὴν ἐντεῦθεν ἐπὶ πάντα διήκουσαν αὐτοῦ τὰ μέρη ποίησίν τε καὶ πεῖσιν καὶ πρὸς ἄλληλα συμπλοκὴν διοίκησιν μίαν καὶ οἷον εἱμαρμένην τοῦ φυτοῦ τις εἶναι λέγοι.