Ancient Greek · ~10 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.937
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 34 p. 1049f. Πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀΐδιον τῆς κινσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως στρέφοντι καὶ ταράσσοντι τῶν γινομένων, ταῦτ’ εἴρηκεν· Οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτ’ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες, εἴτε πεπηρωμένοι, εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. Καὶ πάλιν μετ’ ὀλίγον· Κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλάσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας, καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. Καὶ μετ’ ὀλίγον ἅπασαν ἀναιρῶν ἀμφιβολίαν· Ούθὲν γὰρ ἔστιν ἄλλως τῶν κατὰ μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον, ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. Ὅτι δ’ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπ’ αὐτῶν· καὶ τὸ (Α 5) Διὸς δ’ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθ’ ἣν πάντα διοικεῖται. p. 1050 c. ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παῤῥησίαν αὐτῇ (scil. τῇ κακίᾳ) δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθ’ εἱμαρμένην, ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. Ἔτι δὲ καὶ ταῦτα ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· Τῆς γὰρ κοινῆς φύσεως εἰς πὰντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γινόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατ’ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτ’ ἔξωεἶναι θεν τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ, μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ⟨ἢ⟩ κατὰ τὴν κοινὴν φύσιν. (Τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι, φιληδονίαι, φιλοδοξίαι, δειλίαι, ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι, κλοπαί, προδοσίαι, ἀνδροφονίαι, πατροκτονίαι. Τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν etc.) . Plut. de comm. not. cp. 34 p. 1076 e. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστόν ἐστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλ’ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖπέφυκεν, σθαι ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν etc. Plut. de Stoic. repugn. cp. 47 p. 1056c. τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαμένῃ τὸν αὐτὸν εἶναι.