Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.96
Not analysed yet
Sextus Pyrrh. Hypot. III 188. πάλιν οἱ Στωϊκοὶ περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινὰς τὰς ἀρετάς· τέχνην δὲ εἶναί φασι σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων, τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. Πῶς οὖν ἐν τῷ ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίγνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὡς γενέσθαι τέχνην, οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγιγνομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειψούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται καθ’ ἑκάστην τύπωσιν.