Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.962
Not analysed yet
Alexander Aphrod. quaestiones I 4 p. 10, 8. ἕποιτ’ ἂν τοῖς πάντα γίνεσθαι καθ’ εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ ἐξ ἀνάγκης, τοῦ ἐξ ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ ἀντικείμενον ἀδύνατον. καίτοι κατὰ μόνους τοὺς πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγοντας [οὐκ] ἄλλο τι τοῦ ἀναγκαίως γινομένου τὸ γινόμενον [οὔτε γινομένου] ἐξ ἀνάγκης, οὐδ’ ἔστιν τὸ [μὲν] ἐξ ἀνάγκης γινόμενον, ὥς φασιν, τὸ γινόμενον βίᾳ, τὸ δὲ [ἀναγκαίως τὸ] κατὰ τὴν τῶν αἰτίων ἀκολουθίαν. γνώριμον δὲ ἐκ τούτου τὸ μηδὲ δύνασθαί τι γίνεσθαι βίᾳ καθ’ οὓς καθ’ εἱμαρμένην πάντα γίνεται. εἰ γὰρ τὰ καθ’ εἱμαρμένην γινόμενα καθ’ εἱρμὸν αἰτίων γίνεται καὶ κατὰ τάξιν θείαν τινά, οὐδὲν δὲ τῶν κατὰ τάξιν γινομένων τοιαύτην βίᾳ γίνεται, οὐδὲν ἂν τῶν καθ’ εἱμαρμένην γινομένων βίᾳ γίνοιτο. ——τὸ γὰρ λέγειν τὴν εἱμαρμένην ποιεῖν τινα τοιαῦτα, ἃ χωρὶς βίας οὐ πείσεται τοῖς αἰτίοις, παντάπασιν ἀλλότριον ἂν εἶναι δόξαι θείας τάξεως. πάντων ⟨δὲ⟩ καθ’ εἱμαρμένην γινομένων, ἀναιρεῖται τὸ βίᾳ τι γενίσθαι· εἴη γὰρ ἂν καὶ τοῦτο καθ’ εἱμαρμένην τάξιν, ὡς προείρηται. 10, 32. καὶ γὰρ ἔτι πρὸς τούτοις, εἰ τὰ καθ’ εἱμαρμένην γινόμενα καὶ κατὰ πρόνοιαν γίνεται, πῶς εὔλογον κατὰ πρόνοιάν τινας ἀντιπράσσειν τοῖς καλῶς γινομένοις καὶ εὐτάκτως τοῖς κατὰ πρόνοιαν.