Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.967
Not analysed yet
Alexander de anima libri mantissa p. 179, 6 Bruns. τὸ δὲ λέγειν τὴν τύχην αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι φύσιν τινὰ τύχης τιθεμένων, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων πρὸς τὰ αἴτια ποιᾷ σχέσει τὴν τύχην εἶναι λεγόντων. ibid. 14. εἰ γὰρ λέγοιεν μὴ τὴν τισὶν ἀνθρώποις αἰτίαν ἄδηλον εἶναι τὴν τύχην, ἀλλὰ τὴν καθόλου πᾶσιν ἀνθρώποις, οὐδ’ ὅλως εἶναί τι συγχωροῖεν ἂν τὴν τύχην, διδόντες τε εἶναι μαντικὴν καὶ τῶν ἀδήλων δοκούντων εἶναι τοῖς ἄλλοις γνωστικὴν αὐτὴν τιθέμενοι.