# Fragmenta Logica et Physica 1.984

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.984

Alexander Aphrod. de fato cp. 26 p. 196, 13 Bruns. ἅ δὲ ἀποροῦσιν πρὸς τὸ εἶναι τοιοῦτον τὸ ἐφ' ἡμῖν, ὁποῖον ἡ κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν, ἀπορεῖν μὲν οὐκ ἄλογον, τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις － συναγωνίζεσθαι τοῖς ἀπορουμέοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; 21. οὐ χεῖρον δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑφ' αὐτῶν, οἷς μάλιστα θαῤῥοῦσιν, ταῦτα προχειρισαμένους ἐξετάσαι. － ἔστι δή τι τῶν ἀπορουμένων ὑπ' αὐτῶν καὶ τοιοῦτον· Εἰ, φασίν, ταῦτά ἐστιν ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα δυνάμεθα, καὶ ἐπὶ τοῖς τοιούτοις οἵ τε ἔπαινοι καὶ οἱ ψόγοι προτροπαί τε καὶ άποτροπαὶ κολάσεις τε καὶ τιμαί, οὐκ ἔσται τὸ φρονίμοις εἰναι καὶ τὸ ἀρετὰς ἔχειν ἐπί τοῖς ἔχουσιν, ὅτι μηκέτ’ εἰσὶν τῶν ἀντικειμένων κακιῶν ταῖς ἀρεταῖς δεκτικοί, ὁμοίως δὲ οὐδὲ αἱ κακίαι ἐπὶ τοῖς κακοῖς· οὐδὲ γὰρ ἐπὶ τούτοις τὸ μηκέτ’ εἴναι κακοῖς· ἀλλὰ μὴν ἄτοπον τὸ μὴ λέγειν τὰς ἀρετὰς καὶ τὰς κακίας ἐφ' ἡμῖν μηδὲ τοὺς ἐπαίνους καὶ τοὺς ψόλους ἐπὶ τούτων γίνεσθαι· οὐκ ἄρα τὸ ἐφ’ ἡμῖν τοιοῦτον.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
