Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.986
Not analysed yet
Plotinus Ennead. III lib. I 7 (Vol. I p. 168 Mü.) . λοιπὸν δὲ ἰδεῖν τὴν ἐπιπλέκουσαν καὶ οἷον συνείρουσαν ἀλλήλοις πάντα καὶ τό πως ἐφ’ ἑκάστου ἐπιφέρουσαν, ἀρχὴν τιθεμένην μίαν, ἀφ’ ἧς πάντα κατὰ λόγους σπερματικοὺς περαίνεται. ἔστι μὲν οὖν καὶ αὕτη ἡ δόξα ἐγγὺς ἐκείνης τῆς πᾶσαν καὶ σχέσιν καὶ κίνησιν ἡμετέραν τε καὶ πᾶσαν ἐκ τῆς τῶν ὅλων ψυχῆς ἥκειν λεγούσης, εἰ καὶ βούλεταί τι ἡμῖν καὶ ἑκάστοις χαρίζεσθαι εἰς τὸ παρ’ ἡμῶν ποιεῖν τι. ἔχει μὲν οὖν τὴν πάντως πάντων ἀνάγκην· καὶ πάντων εἰλημμένων τῶν αἰτίων οὐκ ἔστιν ἕκαστον μὴ οὐ γίγνεσθαι· οὐδὲν γὰρ ἔτι τὸ κωλῦσον ἢ ἄλλως γενέσθαι ποιῆσον, εἰ πάντα εἴληπται ἐν τῇ εἱμαρμένῃ. τοιαῦτα δὲ ὄντα, ὡς ἀπὸ μιᾶς ἀρχῆς ὡρμημένα, ἡμῖν οὐδὲν καταλείψει ἢ φέρεσθαι, ὅπῃ ἂν ἐκεῖνα ὠθῇ· αἵ τε γὰρ φαντασίαι τοῖς προηγησαμένοις, αἵ τε ὁρμαὶ κατὰ ταύτας ἔσονται· ὄνομά τε μόνον τὸ ἐφ’ ἡμῖν ἔσται. οὐ γὰρ ὅτι [μόνον] ὁρμῶμεν ἡμεῖς, ταύτῃ τι πλέον ἔσται, τῆς ὁρμῆς κατ’ ἐκεῖνα γεννωμένης etc.