Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.993
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 47 p. 1056e. Ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίνονται καθ’ εἱμαρμένην, ⟨πῶς αἰτία⟩ τῶν συγκαταθέσεων· εἰ δ’ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθ’ εἱμαρμένην αἱ συγκαταθέσεις γίνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν; ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας, ἁμαρτάνειν λέγουσιν· ἂν μὲν ἀδήλοις εἴκωσι προπίπτοντας, ἂν δὲ ψευδέσι, διαψευδομένους· ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας. Καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον, ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον, ἢ μηδὲ αὐτὴν τὴν εἱμαρμένην ἀνεπίληπτον· οὐκ οἶδα γάρ, ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδ’ ἀντιβαίνειν, ἀλλ’ ἕπεσθαι καὶ εἴκειν, ἔγκλητόν ἐστι.