# Fragmenta Moralia § 4. Virtutem propter se ipsam expetendam esse.

Chrysippus, Fragmenta Moralia, § 4. Virtutem propter se ipsam expetendam esse.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/%C2%A7%204.%20Virtutem%20propter%20se%20ipsam%20expetendam%20esse.

Sextus adv. math. XI 99. Ναί, ἀλλὰ καὶ οἱ μόνον τὸ καλὸν ἀγαθὸν δοξάζοντες δείκνυσθαι νομίζουσιν ὅτι φύσει τοῦτο αἱρετόν ἐστι καὶ ἀπὸ τῶν ἀλόγων ζῴων. Ὁρῶμεν γάρ, φασίν, ὥς τινα γενναῖα ζῷα, καθάπερ ταῦρος καὶ ἀλεκτρυόνες, [ἅπερ] μηδεμιᾶς αὐτοῖς ὑποκειμένης τέρψεως καὶ ἡδονῆς διαγωνίζεται μέχρι θανάτου. Καὶ τῶν ἀνθρώπων δὲ οἱ ὑπὲρ πατρίδος ἢ γονέων ἢ τέκνων εἰς ἀναίρεσιν ἑαυτοὺς ἐπιδιδόντες οὐκ ἄν ποτε τοῦτ’ ἐποίουν, μηδεμιᾶς αὐτοῖς ἐλπιζομένης μετὰ θάνατον ἡδονῆς, εἰ μὴ φυσικῶς τὸ καλὸν καὶ ἀγαθὸν τούτους τε καὶ πᾶν τὸ γενναῖον ἀεὶ ζῷον ἐπεσπᾶτο πρὸς τὴν αὑτοῦ αἵρεσιν. quae refutans Sextus 101. αὐτῶν γὰρ πάρεστιν ἀκούειν λεγόντων ὅτι ἡ φρονίμη διάθεσις μόνη βλέπει τὸ καλόν τε καὶ ἀγαθόν, ἡ δὲ ἀφροσύνη τυφλώττει περὶ τὴν τούτου διάγνωσιν, ὅθεν καὶ ὁ ἀλεκτρυὼν καὶ ὁ ταῦρος μὴ μετέχοντα τῆς φρονίμης διαθέσεως οὐκ ἂν βλέποι τὸ καλόν τε καὶ ἀγαθόν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
