# Fragmenta Moralia 103

Chrysippus, Fragmenta Moralia, Fragment 103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/103

Stobaeus ecl. II p. 68, 24 W. ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν πᾶσι τοῖς φρονίμοις ὑπάρχειν καὶ ἀεί, τὰ δὲ οὔ, ἀρετὴν μὲν καὶ φρονίμην αἴσθησιν καὶ φρονίμην ὁρμὴν καὶ τὰ ὅμοια πᾶσι τοῖς φρονίμοις ὑπάρχειν καὶ ἐν παντὶ καιρῷ· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ φρονίμην περιπάτησιν οὔτε πᾶσι τοῖς φρονίμοις ὑπάρχειν οὔτε αἰεί. ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν καὶ αἰεί, τὰ δ’ οὔ. κακίαν μὲν οὖν πᾶσαν καὶ ἄφρονα αἴσθησιν καὶ ἄφρονα ὁρμὴν καὶ τὰ παραπλήσια πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν ⟨καὶ⟩ αἰεί. λύπην δὲ καὶ φόβον καὶ ἄφρονα ἀπόκρισιν οὔτε πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν οὔτ’ ἐν παντὶ καιρῷ.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
