# Fragmenta Moralia 112

Chrysippus, Fragmenta Moralia, Fragment 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/112

Stobaeus ecl. II p. 74, 16 W. Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι καθ’ ἑαυτά, τὰ δὲ πρός τί πως ἔχειν. Καθ’ ἑαυτὰ μὲν ἐπιστήμην, δικαιοπραγίαν καὶ τὰ ὅμοια· πρός τι δὲ τιμήν, εὔνοιαν, φιλίαν, ⟨συμφωνίαν⟩. Εἶναι δὲ τὴν ἐπιστήμην κατάληψιν ἀσφαλῆ καὶ ἀμετάπτωτον ὑπὸ λόγου· ἑτέραν δὲ ἐπιστήμην σύστημα ἐξ ἐπιστημῶν τοιούτων, οἷον ἡ τῶν κατὰ μέρος λογικὴ ἐν τῷ σπουδαίῳ ὑπάρχουσα· ἄλλην δὲ σύστημα ἐξ ἐπιστημῶν τεχνικῶν ἐξ αὑτοῦ ἔχον τὸ βέβαιον, ὡς ἔχουσιν αἱ ἀρεταί· ἄλλην δὲ ἕξιν φαντασιῶν δεκτικὴν ἀμετάπτωτον ὑπὸ λόγου, ἥν τινά φασιν ἐν τόνῳ καὶ δυνάμει κεῖσθαι. Φιλίαν δ’ εἶναι κοινωνίαν βίου· συμφωνίαν δὲ ὁμοδογματίαν περὶ τῶν κατὰ τὸν βίον. Τῆς δὲ φιλίας εἶναι γνωριμότητα μὲν φιλίαν ἐγνωσμένων· συνήθειαν δὲ φιλίαν συνειθισμένων· ἑταιρίαν δὲ φιλίαν καθ’ αἵρεσιν, ὡς ἂν ὁμηλίκων· ξενίαν δὲ φιλίαν ἀλλοδαπῶν. Εἶναι δὲ καὶ συγγενικήν τινα φιλίαν ἐκ συγγενῶν· καὶ ἐρωτικὴν ἐξ ἔρωτος. Ἀλυπίαν δὲ καὶ εὐταξίαν τὰς αὐτὰς εἶναι τῇ σωφροσύνῃ, νοῦν δὲ καὶ φρένας φρονήσει, μεταδοτικὴν δὲ καὶ ἐπιδοτικὴν χρηστότητι· τῷ μέντοι γε πρός τί πως ἔχειν ὠνομάσθησαν· ὅπερ καθήκει καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν παρατηρεῖν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
