# Fragmenta Moralia 125

Chrysippus, Fragmenta Moralia, Fragment 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/125

Stobaeus ecl. II 84, 4 W. Τὴν δὲ δόσιν φησὶν ὁ Διογένης κρίσιν εἶναι, ἐφ’ ὅσον κατὰ φύσιν ἐστὶν ἢ ἐφ’ ὅσον χρείαν τῇ φύσει παρέχεται. Τὸ δὲ δοκιμαστοῦ, οὐχ ὡς λέγεται τὰ πράγματα δοκιμαστὰ παραλαμβάνεσθαι, ἀλλ’ ὡς δοκιμαστήν φαμεν εἶναι τὸν τὰ πράγματα δοκιμάζοντα· τῆς οὖν ἀμοιβῆς τὸν τοιοῦτόν φησι δοκιμαστὴν εἶναι. Καὶ ταύτας μὲν τὰς δύο ἀξίας καθ’ ἃς λέγομέν τινα τῇ ἀξίᾳ προῆχθαι, τρίτην δέ φησιν εἶναι, καθ’ ἥν φαμεν ἀξίωμά τινα ἔχειν καὶ ἀξίαν, ἥπερ περὶ ἀδιάφορα οὐ γίνεται, ἀλλὰ περὶ μόνα τὰ σπουδαῖα. Χρῆσθαι δ’ ἡμᾶς φησιν ἐνίοτε τῷ ὀνόματι τῆς ἀξίας ἀντὶ τοῦ ἐπιβάλλοντος· ὡς ἐν τῷ τῆς δικαιοσύνης ὅρῳ παρείληπται, ὅταν λέγηται εἶναι ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἔστι γὰρ οἷον τοῦ ἐπιβάλλοντος ἑκάστῳ.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
