# Fragmenta Moralia 302

Chrysippus, Fragmenta Moralia, Fragment 302. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/302

Olympiodorus in Plat. Alcib. pr. p. 214 Creuzer. ὅτι εἰ καὶ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, ἀλλὰ τῇ ἰδιότητι διαφέρουσιν. οὐ γάρ εἰσι μία, ἀλλὰ πᾶσαι ἐν μὲν τῇ ἀνδρείᾳ εἰσὶν ἀνδρείως, ἐν ἄλλῳ δὲ σωφρονικῶς· ὡς καὶ πάντες οἱ θεοὶ ἐν μὲν τῷ Διΐ εἰσι διΐως, ἐν ἄλλῳ δὲ ἡραίως· οὐδεὶς γὰρ θεὸς ἀτελής. Καὶ ὡς Ἀναξαγόρας ἔλεγε πάντα ἐν πᾶσιν, ἓν δὲ πλεονάζειν, οὕτω καὶ ἐπὶ τῶν θείων ἐροῦμεν. Πᾶσα γὰρ ἀρετὴ φρονησίς ἐστιν, ὡς τὰ πρακτ⟨έ⟩α εἰδυῖα· πᾶσα ἀνδρεία, ὡς ἀγωνιζομένη· πᾶσα σωφροσύνη, ὡς ἐπὶ τὸ κρεῖττον ἐπανάγουσα· πᾶσα δικαιοσύνη. ᾗ τὰ προσήκοντα τοῖς πρακτοῖς ἀπονέμουσα.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
