# Fragmenta Moralia 310

Chrysippus, Fragmenta Moralia, Fragment 310. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/310

Proclus in Plat. Alcib. pr. p. 318 Creuzer. Ὁ μὲν δὴ συλλογισμὸς ὅλος ὁ κατασκευάζων ὅτι τὸ δίκαιον συμφέρον οὑτωσὶ πρόεισι· πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν· πᾶν ἄρα δίκαιον ἀγαθόν· ἀλλὰ μὴν καὶ τὸ ἀγαθὸν τῷ συμφέροντι ταὐτόν· πᾶν ἄρα δίκαιον συμφέρον (sequitur alius syllogismus, inverso menbrorum ordine). Οὔτε γὰρ τὸ ἀγαθὸν τῆς ψυχῆς ἐν ἄλλῳ τινὶ ἢ ἐν τῇ ἀρετῇ ὑφέστηκεν, οὔτε τὸ καλόν, ἀλλὰ πᾶν τὸ ἀγαθὸν κατ’ ἀρετὴν ἀφώρισται, καὶ τὸ αὐτὸ καλόν ἐστιν ὅπερ ἀγαθόν, καὶ ταῦτα ἀμφότερα δίκαιά ἐστι. Κἂν γὰρ σῶφρον ᾖ καὶ ἀνδρεῖον, δίκαιόν ἐστι διὰ τὴν τῶν ἀρετῶν ἀντακολούθησιν· οὐ γάρ ἐστι σωφρονεῖν μὲν ἀδίκως δὲ ζῆν, οὐδὲ ἀνδρίζεσθαι μέν, στέρεσθαι δέ ποτε δικαιοσύνης, ἀλλὰ τὸ αὐτὸ τῆς ζωῆς εἶδος ἐκ πασῶν ὑφέστηκε τῶν ἀρετῶν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
