# Fragmenta Moralia 350

Chrysippus, Fragmenta Moralia, Fragment 350. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/350

Plutarchus pers. de nobil. cp. 12. ὁ δὲ Χρύσιππος ἐν τῷ περὶ τῶν Ἀρετῶν ἰσοτιμίας περίτηγμα καὶ διάξυσμα τὴν εὐγένειαν καλεῖ. μηδὲν ἄρα διαφέρειν ὅτου παρὰ πατρὸς γεγονὼς τυγχάνῃς, εὐγενοῦς ἢ μή. ibid. cp. 13. Πάλιν πρὸς Χρύσιππον ἀναχωρῶ, ὃς κατὰ τῆς εὐγενείας ὑπὸ τοῦ ξυνετωτάτου ποιητοῦ πεποιῆσθαι γράφει τάδε· Ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν· paullo infra: πάλιν ὑλακτεῖ λέγων ὑπὸ τοῦ αὐτοῦ ποιητοῦ τὰ τῶν εὐγενῶν κακῶς πεπραγμένα δηλωθέντα, ὅταν τὴν Ἄρεως καὶ Ἀφροδίτης μοιχείαν ὁ Ἥφαιστος κατείληφε· Θ 308 sq. ὣς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δ’ ἀΐδηλον Ἄρηα. paullo infra: εἰ δὲ μὴ τὴν Στοὰν καταβάλλετε, τὰ πάντα ἁμαρτήματα φάσκοντες ἴσα τυγχάνειν, τί τὰ τῶν εὐγενῶν ἀκριβέστερον ἐπιτηρεῖτε; θυγατρὸς ἀποκεχρῆσθαι τὸν ἐκ δήμου καὶ τὸν βασιλέα μηδὲν διαφέρειν λέγετε· ὅμως πολλὰ φλυαροῦντες εἰς τὸν τῶν εὐγενῶν τύφον, ἀλαζονείαν, ἔρωτας, ἀθεμίστους συνουσίας, ὠμότητα ἀντιδίκων ἐπιθυμητικοὺς καλεῖτε, καὶ τῶν μὲν εὐεργεσιῶν ἀμνήμονας, ἀδικουμένους δὲ δριμυτάτους πρὸς τὸ ἀποτίειν. cp. 16. Ἀλλ’ ἐπεὶ ὁ Χρύσιππος ἐξ ἐραστοῦ Εὐριπίδου πρὸς ἡμᾶς ἀναμάχεται, φέρε δή, προφέρωμεν ἅπερ ἐκεῖνος τῆς εὐγενείας κῆρυξ ᾖδε περὶ αὐτῆς· οὕτω γὰρ αὐτός· sq. frgm. Eur. περὶ εὐγενείας. Ex verbis Plut. pers. mediis versibus insertis (ταῦτα μὲν γὰρ οὐκ ἔστιν ἀνθρώπου διαμαχομένου καὶ καταβαλλομένου τὴν εὐγένειαν, μᾶλλον δὲ ἐπαινοῦντος καὶ ὑπεραίροντος) sequitur eosdem versus a Chrysippo contra nobilitatem esse allatos.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
