# Fragmenta Moralia 363

Chrysippus, Fragmenta Moralia, Fragment 363. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/363

Philo quod omnis probus liber Vol. II p. 454, 31 Mang. καὶ μὴν ὃν μὴ ἐνδέχεται μήτ’ ἀναγκάσαι μήτε κωλῦσαι, ἐκεῖνος οὐκ ἂν εἴη δοῦλος· τὸν δὲ σπουδαῖον οὐκ ἔστιν ἀναγκάσαι οὐδὲ κωλῦσαι· οὐκ ἄρα δοῦλος ὁ σπουδαῖος· ὅτι δ’ οὔτ’ ἀναγκάζεται οὔτε κωλύεται δῆλον. κωλύεται μὲν γὰρ ὁ μὴ τυγχάνων ὧν ὀρέγεται· ὀρέγεται δ’ ὁ σοφὸς τῶν ἀπ’ ἀρετῆς, ὧν ἀποτυγχάνειν οὐ πέφυκε. καὶ μὴν εἰ ἀναγκάζεται, δῆλον ὅτι ἄκων τι ποιεῖ. ἀνθρώποις δὲ αἱ πράξεις ἢ ἀπ’ ἀρετῆς εἰσι κατορθώματα ἢ ἀπὸ κακίας ἁμαρτήματα ἢ μέσα καὶ ἀδιάφορα. τὰ μὲν οὖν ἀπ’ ἀρετῆς οὐ βιασθείς, ἀλλ’ ἑκών (αἱρετὰ γάρ ἐστιν αὐτῷ) πάνθ’ ὅσα δρᾷ· τὰ δ’ ἀπὸ κακίας ἅτε φευκτὰ οὐδ’ ὄναρ πράττει. οὐδὲ μὴν τὰ ἀδιάφορα εἰκός (scil. ἄκοντα πράττειν), πρὸς ἃ καθάπερ ἐπὶ πλάστιγγος ἡ διάνοια ἰσοῤῥοπεῖ, διδιδαγμένη μήτε ὡς ὁλκὸν ἔχουσι δύναμιν ἐνδιδόναι μήτ’ ὡς ἀποστροφῆς ἀξίοις δυσχεραίνειν. ἐξ ὧν ἐστι δῆλον ὅτι οὐδὲν ἄκων ποιεῖ οὐδ’ ἀναγκάζεται. δοῦλος δ’ εἴπερ ἦν, ἠναγκάζετ’ ἄν· ὥστ’ ἐλεύθερος ἂν εἴη ὁ ἀστεῖος.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
