# Fragmenta Moralia 374

Chrysippus, Fragmenta Moralia, Fragment 374. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/374

Plutarchus de esu carnium II 6 p. 999a. Οὐκ ἴσος δέ τις οὗτος ὁ ἀγὼν τοῖς Στωϊκοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς τόνος εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες, ὡς οὔτε ἀγαθὸν οὔτε προηγούμενον οὔτε οἰκεῖον, οὕτω [πρὸς τὰ] περὶ τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μῦρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δ’ ὥσπερ εἰς ἐφημερίδα φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δὲ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται· ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα δίκαιόν ἐστι. οὐδὲ γὰρ πρὸς τὸ μῦρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων· ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδὲ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
