# Fragmenta Moralia 394

Chrysippus, Fragmenta Moralia, Fragment 394. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/394

Stobaeus ecl. II 90, 7 W. Τὴν μὲν οὖν ἐπιθυμίαν λέγουσιν ὄρεξιν εἶναι ἀπειθῆ λόγῳ· αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν ἀγαθὸν ἐπιφέρεσθαι, οὗ παρόντος εὖ ἀπαλλάξομεν, τῆς δόξης αὐτῆς ἐχούσης τὸ ἀτάκτως κινητικὸν ⟨πρόσφατον τοῦ ὄντως αὐτὸ ὀρεκτὸν εἶναι⟩. Φόβον δ’ εἶναι ἔκκλισιν ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτοῦ τὸ δοξάζειν κακὸν ἐπιφέρεσθαι, τῆς δόξης τὸ κινητικὸν [καὶ] πρόσφατον ἐχούσης τοῦ ὄντως αὐτὸ φευκτὸν εἶναι. Λύπην δ’ εἶναι συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον κακὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει ⟨συστέλλεσθαι. Ἡδονὴν δ’ εἶναι ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον ἀγαθὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει⟩ ἐπαίρεσθαι. Ὑπὸ μὲν οὖν τὴν ἐπιθυμίαν ὑπάγεται τὰ τοιαῦτα· ὀργὴ καὶ τὰ εἴδη αὐτῆς (θυμὸς καὶ χόλος καὶ μῆνις καὶ κότος καὶ πικρίαι καὶ τὰ τοιαῦτα), ἔρωτες σφοδροὶ καὶ πόθοι καὶ ἵμεροι καὶ φιληδονίαι καὶ φιλοπλουτίαι καὶ φιλοδοξίαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὴν ἡδονὴν ἐπιχαιρεκακίαι καὶ ἀσμενισμοὶ καὶ γοητεῖαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὸν φόβον ὄκνοι καὶ ἀγωνίαι καὶ ἔκπληξις καὶ αἰσχύναι καὶ θόρυβοι καὶ δεισιδαιμονίαι καὶ δέος καὶ δείματα· ὑπὸ δὲ τὴν λύπην φθόνος, ζῆλος, ζηλοτυπία, ἔλεος, πένθος, ἄχθος, ἄχος, ἀνία, ὀδύνη, ἄση. Stobaeus ecl. II 92, 18. τούτων δὲ τῶν παθῶν τὰ μὲν ἐμφαίνειν τὸ ἐφ’ ᾧ γίγνεται, οἷον ἔλεον, φθόνον, ἐπιχαιρεκακίαν, αἰσχύνην· τὰ δὲ τὴν ἰδιότητα τῆς κινήσεως, οἷον ὀδύνην, δεῖμα.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
