# Fragmenta Moralia 397

Chrysippus, Fragmenta Moralia, Fragment 397. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/397

Andronicus περὶ παθῶν 4 (p. 16 Kreuttner). Ἐπιθυμίας εἴδη κζʹ. Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος. Θυμὸς δὲ ὀργὴ ἐναρχομένη. Χόλος δὲ ὀργὴ διοιδοῦσα. Πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη. Μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη. Κότος δὲ ὀργὴ καιρὸν ἐπιτηροῦσα εἰς τιμωρίαν. Ἔρως δὲ ἐπιθυμία σωματικῆς συνουσίας. ἄλλος ἔρως· ἐπιθυμία φιλίας. ἄλλος ἔρως· [ὑπηρεσία θεῶν εἰς ναῶν κατακόσμησιν καὶ καλῶν] ὃν ἐπιβολὴν καλοῦσι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον. Ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας. Πόθος δὲ ἐπιθυμία κατὰ ἔρωτα ἀπόντος. Δυσμένεια δὲ δύσνοια ἐπιτηρητικὴ καὶ κακοποιός. Δύσνοια δὲ ἐπιθυμία τοῦ κακῶς εἶναί τινι αὐτοῦ ἕνεκεν ἐκείνου. Ἁψικορία δὲ ἐπιθυμία ταχὺ ἐμπιπλαμένη. Ῥιψοφθαλμία δὲ ταχυτὴς περὶ τὸ ἰδεῖν τὸ ποθούμενον. Σπάνις δὲ ἐπιθυμία ἀτελής. Τραχυτὴς δὲ ἐπιθυμία ἀνώμαλος. Ἔρις δὲ ἐπιθυμία εἰς ἀντίταξιν κακοποιητικήν. Προσπάθεια δὲ ἐπιθυμία δεδουλωμένη. Φιληδονία δὲ ἐπιθυμία ἡδονῶν ἄμετρος. Φιλοχρηματία δὲ ἐπιθυμία [ἄχρηστος ἢ] ἄμετρος χρημάτων. Φιλοτιμία δὲ ἐπιθυμία ἄμετρος τιμῆς. Φιλοζωΐα δὲ ἐπιθυμία ζωῆς ἄλογος. Φιλοσωματία δὲ ἐπιθυμία σώματος εὐθηνίας παρὰ τὸ δέον. Γαστριμαργία δὲ ἐπιθυμία ἄμετρος σιτίων. Οἰνοφλυγία δὲ ἐπιθυμία οἴνου ἄπληστος. Λαγνεία δὲ ἐπιθυμία συνουσιῶν ἄμετρος.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
