# Fragmenta Moralia 416

Chrysippus, Fragmenta Moralia, Fragment 416. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/416

Stoicae affectuum definitiones apud Nemesium de nat. hom. cp. 19－21. cp. 19. Τῆς δὲ λύπης εἴδη τέσσαρα· ἄχος, ἄχθος, φθόνος, ἔλεος. ἔστι δὲ ἄχος λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος δὲ λύπη βαρύνουσα· φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ἔλεος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς· πᾶσα δὲ λύπη κακὸν τῇ ἑαυτῆς φύσει· εἰ γὰρ καὶ ὁ σπουδαῖος λυπηθήσεται ποτὲ χρηστῶν ἀνδρῶν διαφθειρομένων ἢ τέκνων ἢ πόλεως πορθουμένης, ἀλλ’ οὐ προηγουμένως· οὐδὲ κατὰ πρόθεσιν, ἀλλὰ κατὰ περίστασιν. καὶ ἐν τούτοις δὲ ὁ μὲν θεωρητικὸς ἀπαθὴς ἔσται παντάπασιν ἀλλοτριώσας ἑαυτὸν τῶν τῇδε καὶ συνάψας θεῷ· ὁ δὲ σπουδαῖος μετριοπαθὴς ἐν αὐταῖς καὶ οὐχ ὑπερβάλλων οὐδὲ αἰχμαλωτιζόμενος ὑπ’ αὐτῶν ἀλλὰ μᾶλλον κρατῶν αὐτῶν etc. cp. 20. Διαιρεῖται δὲ καὶ φόβος εἰς ἕξ, εἰς ὄκνον, εἰς αἰδώ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἀγωνίαν, εἰς ἔκπληξιν· ἔστι δὲ ὄκνος μὲν φόβος μελλούσης ἐνεργείας· κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος διαπτώσεως, τουτέστιν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν· αἰδὼς δέ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπ’ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν· ταύτῃ δὲ διαφέρει αἰδὼς αἰσχύνης, ὅτι ὁ μὲν αἰσχυνόμενος ἐφ’ οἷς ἔπραξε καταδύεται· ὁ δὲ αἰδούμενος φοβεῖται περιπεσεῖν ἀδοξίᾳ τινί· κακαλοῦσι δὲ οἱ παλαιοὶ πολλάκις καὶ τὴν αἰδὼ αἰσχύνην, καταχρώμενοι τοῖς ὀνόμασι· γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν τοῦ θερμοῦ παντὸς συντρέχοντος εἰς τὴν καρδίαν ἐπὶ τὸ ἀρχικόν, καθάπερ καὶ ὁ δῆμος ὅταν φοβῆται καταφεύγει πρὸς τοὺς ἄρχοντας· τῆς δὲ λύπης ὄργανον τὸ στόμα τῆς κοιλίας· τοῦτο γάρ ἐστι τὸ τῆς δήξεως αἰσθανόμενον ἐν ταῖς λύπαις. ὡς ὁ Γαληνὸς ἐν τῷ τρίτῳ τῆς ἀποδεικτικῆς etc. cp. 21. Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη· διὸ καὶ χολὴ λέγεται καὶ χόλος. ἔστι δ’ ὅτε καὶ ὁ θυμός ἐστιν ὄρεξις ἀντιτιμωρήσεως· ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα· καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. εἴδη δὲ τοῦ θυμοῦ τρία· ὀργή, ἣ καὶ χολὴ καὶ χόλος καλεῖται· μῆνις καὶ κότος. Θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ καὶ χολὴ καὶ χόλος λέγεται. μῆνις δὲ χολὴ εἰς παλαίωσιν ἀγομένη· εἴρηται γὰρ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδεδόσθαι. κότος δὲ ὀργὴ παρατηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι. ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ. ὅταν γὰρ οὗτος ἄξιον κρίνῃ τὸ γινόμενον ἀγανακτήσεως, τότε ὁ θυμὸς ὑπεξέρχεται, ἐὰν κατὰ φύσιν τὴν οἰκείαν τάξιν φυλάττωσιν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
