# Fragmenta Moralia 461

Chrysippus, Fragmenta Moralia, Fragment 461. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/461

Galenus de H. et Plat. decr. IV 1 (135) p. 334 M. κατὰ μὲν τὸ πρότερον περὶ ψυχῆς βιβλίον ὁ Χρύσιππος οὐχ ὅπως ἀντιλέγει, μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν ἢ ἐπιθυμητικὴν ἢ θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ’ αὐτῶν ἐκδιδάσκει καὶ τόπον ἀπονέμει τοῦ σώματος ἕνα· κατὰ δὲ τὰ περὶ τῶν παθῶν ἅπαντα, τά τε τρία, δι’ ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα, καὶ προσέτι τὸ θεραπευτικόν, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφουσί τινες, οὐκέθ’ ὁμοίως εὑρίσκεται γιγνώσκων, ἀλλὰ τὰ μὲν ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπιθυμητικὴν μήτε θυμοειδῆ. κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους, ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπιδείξω τὴν ῥῆσιν ἐξηγησάμενος αὐτοῦ· ἐν δὲ τοῖς ἐφεξῆς ἔνθα ζητεῖ, πότερα ⟨κρίσεις ἐστὶν ἢ⟩ κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς Πλάτωνος δόξης, ὃς γ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει τοῦ προβλήματος ἠξίωσε καὶ ταύτης ἐπιμνησθῆναι. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ ἔρως, ἤτοι κρίσις τίς ἐστιν, ἢ κρίσεσιν ἐπιγιγνόμενον, ἢ κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ ὁ χόλος ἤτοι κρίσις ἢ ἑπόμενόν τι ταύτῃ πάθος ἄλογον, ἢ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. ὁ δέ γ’ οὐδ’ οὕτως ἐγχωροῦν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται τὸν λόγον ἐπιδεικνύναι πειρώμενος, ὡς ἄμεινον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῷ περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς. idem V 1 (155 i. f.) p. 405 M. Χρύσιππος μὲν οὖν ἐν τῷ πρώτῳ περὶ παθῶν ἀποδεικνύναι πειρᾶται, κρίσεις τινὰς εἶναι τοῦ λογιστικοῦ τὰ πάθη, Ζήνων δ’ οὐ τὰς κρίσεις αὐτάς, ἀλλὰ τὰς ἐπιγιγνομένας αὐταῖς συστολὰς καὶ χύσεις, ἐπάρσεις τε καὶ πτώσεις τῆς ψυχῆς ἐνόμιζεν εἶναι τὰ πάθη. idem V 7 (175) p. 477 M. ἀλλὰ καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ καὶ τὸ χωρὶς αὐτῶν ἰδίᾳ γεγραμμένον ὑπ’ αὐτοῦ, τὸ θεραπευτικόν τε καὶ ἠθικὸν ἐπιγραφόμενον. Galenus de propriorum animi affectuum curat. 1 Vol. V p. 3 K. γέγραπται μὲν οὖν Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς τῶν φιλοσόφων θεραπευτικὰ συγγράμματα τῶν τῆς ψυχῆς παθῶν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
