Ancient Greek
Fragment 476
Chrysippus, Fragmenta Moralia 476.1
Not analysed yet
Galenus de H. et Plat. dogm. IV 4 (141) p. 356 Mü. dicit ἄλογος vocem adhiberi aut de στερήσει aut de κακώσει τοῦ λόγου. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι (Chrysippi sc. sectatores) βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ὃ ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει. Διὸ καὶ οὐκ ἀπὸ τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι. καθ’ ὃ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν. Unde haec sumpta sint, ex sequentibus apparet p. 358 Mü. ὡς εἴγε χρώμεθα λόγῳ καὶ κατ’ αὐτὴν (sc. τὴν τοῦ πάθους κίνησιν), οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν, ἔν τε τῷ πρώτῳ περὶ παθῶν, οὐχὶ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ’ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν αὐτὰ δὴ ταῦτα τὰ σμικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ τῆς ῥήσεως, ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν etc. --ἐπιφέρων γοῦν φησιν· Οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσίν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερομένων, καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται, οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κἂν ὁποιοσοῦν ᾖ, κρατοῦσιν [ἤτοι ἀπαθεῖς εἰσι] τῆς τοιαύτης κινήσεως καὶ τῶν κατ’ αὐτὴν ὁρμῶν. Paucis interpositis quibus probat verbis κἂν ὁποιοσοῦν ᾗ Chrysippum discrimen illud significare, quod inter πάθος et ἁμάρτημα intercedat, Gal. eundem Chrisippi locum iterum adfert, sed ultimis verbis paullulum mutatis et additis quibusdam: κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι, ἐάν περ ἐνδεικνύηται αὐτός, παραπλησίως τοῖς περιπατοῦσιν." οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει· Διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι, ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν." ibidem cp. 5 (143) p. 364 Mü. οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν ἐπ’ οὐδεμιᾶς ὁρμίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησι τὰ πάθη, καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζῴοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι, καὶ αὖθις κρίσεις εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν, εἰκῆ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφα ῥήσεσιν ἐφεξῆς φησιν· Οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοιὰ κατὰ τὸ ἐνσεσοβημένον τοῦτο καὶ φερόμενον εἰκῇ. Cf. id. V 1 (156) p. 407 Mü. τῶν ἄλλων Στωϊκῶν, οἵ γε μέχρι τοσούτου φιλονεικίας ἥκουσιν, ὥστ’ ἐπειδὴ τῆς λογικῆς δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζῴοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ’ οὐδὲ τοῖς παιδίοις, ὅτι δηλαδὴ καὶ ταῦτ’ οὐδέπω λογικά.