# Fragmenta Moralia 481

Chrysippus, Fragmenta Moralia, Fragment 481. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/481

Posidonius apud Galenum de H. et Plat. decr. IV 7 p. 391 Mü. ὁ γοῦν ὅρος οὗτος, φησίν, ὁ τῆς ἄτης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν, ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι πρόσφατον, τοῦ κακὸν αὐτῷ παρεῖναι, φησὶ τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προφέρονται· λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας. εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ (sc. Posidonius) τὴν αἰτίαν ὑπ’ αὐτῶν ῥηθῆναι, δι’ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δ’ ἢ οὐδ’ ὅλως ἢ οὐκ ἔθ’ ὁμοίως συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον τοῦ μεγάλου κακοῦ ἢ ἀνυπομονήτου ἢ ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν, τὴν λύπην εἰρῆσθαι ἔδει δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγαθοῖς, οἱ δ’ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι, ὅμως οὐ γίνονται διὰ τοῦτ’ ἐν πάθει· κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν, δι’ ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ ἡ πρόσφατος ἐργάζεται μόνη etc.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
