# Fragmenta Moralia 482

Chrysippus, Fragmenta Moralia, Fragment 482. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/482

Galenus de Platonis et Hippocr. plac. IV 7 p. 392 M. καί φησι διότι πᾶν τὸ ἀμελέτητον καὶ ξένον ἀθρόως προσπῖπτον ἐκπίπτει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδ’ ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ· διὸ καὶ προενδημεῖν δεῖν φησι τοῖς πράγμασι μήπω τε παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ ἑαυτῷ τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῷ τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν ᾔδεῖν θνητὸν γεννήσας καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα· (Eur. fr. 392 N) ἐγὼ δὲ ⟨τοῦτο⟩ παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην, φυγὰς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τ’ ἀώρους καὶ κακὰς ἄλλας ὁδούς, ὥστ’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζόν ποτε μή μοι νεῶρες προσπεσὸν ψυχὴν δάκοι. οὕτω δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα· (Eur. fr. 818 N) εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν, εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα πῶλον, χαλινὸν ἀρτίως δεδεγμένον· νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν ἔσθ’ ὅτε τὰ τοιαῦτα· (Εur. Alc. 1085) μακρὸς χρόνος μαλάξει· νῦν δ’ ἔτ’ ἡβάσκει κακόν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
