# Fragmenta Moralia 519

Chrysippus, Fragmenta Moralia, Fragment 519. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/519

Philo Leg. Alleg. I § 93 Vol. I p. 85, 17 Wendl. Διαφέρει δὲ τρία ταῦτα, πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις. ἡ μὲν γὰρ ἀπαγόρευσις περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον· ἡ δὲ πρόσταξις ⟨περὶ⟩ κατορθωμάτων· ἡ δὲ παραίνεσις πρὸς τὸν μέσον τὸν μήτε φαῦλον μήτε σπουδαῖον. οὔτε γὰρ ἁμαρτάνει ὡς ἀπαγορεύειν ἄν τινα αὐτῷ, οὔτε κατορθοῖ κατὰ τὴν τοῦ ὀρθοῦ λόγου πρόσταξιν, ἀλλὰ χρείαν ἔχει παραινέσεως, τῆς ἀνέχειν μὲν τῶν φαύλων διδασκούσης, προτρεπούσης δὲ ἐφίεσθαι τῶν ἀστείων. Τῷ μὲν οὖν τελείῳ (scil. σοφῷ) — — προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ· οὐδενὸς γὰρ τούτων ὁ τέλειος δεῖται· τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία· τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας. Ὥσπερ τῷ τελείῳ γραμματικῷ ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας· τῷ δὲ σφαλλομένῳ περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων, προστάξεις καὶ ἀπαγορεύσεις ἐχόντων· τῷ δ’ ἄρτι μανθάνοντι διδασκαλίας.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
