# Fragmenta Moralia 528

Chrysippus, Fragmenta Moralia, Fragment 528. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/528

Stobaeus eclog. II 7 p. 106, 21. Ἶσά τε πάντα λέγουσιν εἶναι τὰ ἁμαρτήματα, οὐκέτι δ’ ὅμοια. Καθάπερ γὰρ ἀπὸ μιᾶς τινος πηγῆς τῆς κακίας φέρεσθαι πέφυκε, τῆς κρίσεως οὔσης ἐν πᾶσι τοῖς ἁμαρτήμασι τῆς αὐτῆς· παρὰ δὲ τὴν ἔξωθεν αἰτίαν τῶν ἐφ’ οἷς αἱ κρίσεις ἀποτελοῦνται μέσων διαλλαττόντων, διάφορα κατὰ ποιότητα γίνεσθαι τὰ ἁμαρτήματα. Λάβοις δ’ ἂν εἰκόνα σαφῆ τοῦ δηλουμένου τῷδ’ ἐπιστήσας· πᾶν γὰρ τὸ ψεῦδος ἐπ’ ἴσης ψεῦδος συμβέβηκεν, οὐ γὰρ εἶναι ἕτερον ἑτέρου μᾶλλον διεψευσμένον· τό [τε] γὰρ νύκτ’ ⟨ἀεὶ⟩ εἶναι ψεῦδός ἐστι, καθάπερ τὸ ἱπποκένταυρον ζῆν· καὶ οὐ μᾶλλον εἰπεῖν ἔστι ψεῦδος εἶναι θάτερον θατέρου· ἀλλ’ οὐχὶ τὸ ψεῦδος ἐπίσης ψεῦδός ἐστιν, οὐχὶ δὲ καὶ οἱ διεψευσμένοι ἐπίσης εἰσὶ διεψευσμένοι. Καὶ ἁμαρτάνειν δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν, πᾶσαν γὰρ ἁμαρτίαν κατὰ διάψευσιν πράττεσθαι. Ἔτι οὐχὶ κατόρθωμα μὲν μεῖζον καὶ ἔλαττον οὐ γίγνεσθαι, ἁμάρτημα δὲ μεῖζον καὶ ἔλαττον γίγνεσθαι· πάντα γάρ ἐστι τέλεια, διόπερ οὔτ’ ἐλλείπειν οὔτ’ ὑπερέχειν δύναιτ’ ἂν ἀλλήλων.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
