# Fragmenta Moralia 618

Chrysippus, Fragmenta Moralia, Fragment 618. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/618

Olympiodorus in Plat. Alcib. pr. p. 55 ed. Creuzer. Τρίτον ὅτι κατὰ τὴν τῶν Στωϊκῶν μεγαλοῤῥημοσύνην ὁ ἀρχικός, τουτέστιν ὁ εἰδὼς ἄρχειν, μόνος ἄρχων ἐστίν, εἰ καὶ μὴ ἔχοι τὰ ὄργανα τῆς ἀρχικῆς ἐπιστήμης· καὶ ὅτι μόνος ὁ σοφὸς πλούσιος, τουτέστιν ὁ εἰδὼς χρήσασθαι παρόντι τῷ πλούτῳ, εἰ καὶ μὴ πάρεστιν. Cf. Proclus in Plat. Alcib. pr. p. 164 ed. Creuzer. Ταῦτ’ ἄρα καὶ τὴν Στωϊκὴν μεγαληγορίαν ὑπερβέβληκεν ὁ Σωκράτης ἐν τούτοις. Τί γὰρ ἄλλο ἐστὶν ἐκ τῶν εἰρημένων συνάγειν ἢ ὅτι μόνος ἄρχων ὁ σπουδαῖος, μόνος δυνάστης, μόνος βασιλεύς, μόνος ἡγεμὼν πάντων, μόνος ἐλεύθερος, καὶ ὅτι πάντα τῶν σπουδαίων ἐστίν, ὅσα καὶ τῶν θεῶν· κοινὰ γὰρ τὰ τῶν φίλων· εἴπερ οὖν πάντα τῶν θεῶν, πάντα καὶ τῶν σπουδαίων. － － Ὡς γὰρ τέκτονα λέγομεν οὐ τὸν ἔχοντα τὰ ὄργανα τοῦ τέκτονος, ἀλλὰ τὸν τὴν τέχνην κεκτημένον· οὕτω καὶ ἄρχοντα καὶ βασιλέα τὸν ἔχοντα τὴν βασιλικὴν ἐπιστήμην, ἀλλ’ οὐ τὸν κρατοῦντα πολλῶν. Ὄργανον γάρ ἐστιν ἡ φαινομένη δύναμις, τὸ δὲ χρώμενον ἡ ἕξις· χωρὶς δὲ ταύτης οὐκ ἂν ποτέ τις ἄρχων εἴη ⟨ἢ⟩ βασιλεύς.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
