# Fragmenta Moralia 623

Chrysippus, Fragmenta Moralia, Fragment 623. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/623

Stobaeus ecl. II 95, 9 W. Οἰκονομικὸν δ’ εἶναι μόνον λέγουσι τὸν σπουδαῖον καὶ ἀγαθὸν οἰκονόμον, ἔτι δὲ χρηματιστικόν. Τὴν μὲν γὰρ οἰκονομικὴν εἶναι θεωρητικὴν ἕξιν καὶ πρακτικὴν τῶν οἴκῳ συμφερόντων· τὴν δ’ οἰκονομίαν διάταξιν περὶ ἀναλωμάτων καὶ ἔργων καὶ κτήδεως ἐπιμέλειαν καὶ τῶν κατ’ ἀγρὸν ἐργαζομένων· τὴν δὲ χρηματιστικὴν ἐμπειρίαν περιποιήσεως χρημάτων ἀφ’ ὧν δέον καὶ ἕξιν ὁμολογουμένως ἀναστρέφεσθαι ποιοῦσαν ἐν συναγωγῇ χρημάτων καὶ τηρήσει καὶ ἀναλώσει πρὸς εὐπορίαν· τὸ δὲ χρηματίζεσθαί τινες μὲν μέσον εἶπον εἶναι, τινὲς δὲ ἀστεῖον. Φαῦλον δὲ μηδένα προστάτην ἀγαθὸν οἴκου γίνεσθαι, μηδὲ δύνασθαι οἰκίαν εὖ οἰκονομουμένην παρασχεῖν. Μόνον δὲ τὸν σπουδαῖον ἄνδρα χρηματιστικὸν εἶναι, γινώσκοντα ἀφ’ ὧν χρηματιστέον καὶ πότε καὶ πῶς καὶ μέχρι πότε.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
