# Fragmenta Moralia 676

Chrysippus, Fragmenta Moralia, Fragment 676. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/676

Philo Leg. Alleg. III § 201 Vol. I p. 157, 25 Wendl. ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος· ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας ἀποσειόμενος· καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κώδιον· τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται· ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε, σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι· οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις, ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν －. Παρὸ δὴ καὶ πλῆθος ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται. Ὁ δ’ ἐπιστήμων, ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερῶς ἀντιβάς, πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον. Καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως· (Eur. fr. 687N) Πίμπρα κάταιθε σάρκας, ἐμπλήσθητί μου Πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω Γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ 〈ἐς〉 αἰθέρα Πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
