# Fragmenta Moralia 709

Chrysippus, Fragmenta Moralia, Fragment 709. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/709

Athenaeus III 104b. εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιΐαν. idem VII 278e. Χρύσιππος δ’ αὐτὸν (scil. Archestratum), ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι’ ἀφροδισίων ἡδονήν. οἴεται γὰρ οὗτος ὁ σοφὸς καὶ τὸν τῶν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
