# Fragmenta Moralia 709a

Chrysippus, Fragmenta Moralia, Fragment 709a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/709a

Athenaeus Deipnosoph. IV p. 158a. Στωϊκὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς, εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου Καὶ Κράτης δ’ ὁ Θηβαῖος ἔλεγε μὴ πρὸ φακῆς λοπάδ’ αὔξων εἰς στάσιν ἄμμε βάλῃς. Χρύσιππος δὲ ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί μὴ ⟨μοί⟩ποτ’ ἐλαίαν ἔσθι’ ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν βαβαὶ βαβαί. βολβοφακῆ δ’ ἴσον ἀμβροσίῃ ψύχους κρυόεντος.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
