# Fragmenta Moralia 719

Chrysippus, Fragmenta Moralia, Fragment 719. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/719

Plutarchus de comm. not. cp. 28 p. 1072f. Τῶν δὲ περὶ Ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας, τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν. Αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γ’ ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς· ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτ’ ἐρᾶσθαι μήτ’ ἀξιέραστον εἶναι. Καὶ οὐ τοῦτό πω δεινόν· ἀλλὰ καὶ τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων. p. 1072b. Ἥν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο κάλλους· εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος. ibidem. θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως, ἀτελοῦς μέν, εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
