# Fragmenta Moralia 759

Chrysippus, Fragmenta Moralia, Fragment 759. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/759

Plutarchus de Stoic. repugn. cp. 18 p. 1042d. Ἀλλ’ οὐδ’ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς, οὔτ’ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν, ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν. Διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτούς, καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν. Plutarchus de comm. not. cp. 11 p. 1063d. Ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν, ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι· πολλοὺς δὲ κατέχουσι τῶν φαύλων, ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. Καίτοι ὁ μὲν σοφὸς ὄλβιος, μακάριος, πανευδαίμων, ἀσφαλής, ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν· Γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅπου τεθῇ. (Eur. Herc. 1245) ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι, κἀκείνοις ἐξαγωγήν. Εἰκότως δέ, φησὶ Χρύσιππος· οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον, ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
