# Fragmenta Moralia 761

Chrysippus, Fragmenta Moralia, Fragment 761. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/761

Plutarchus de Stoic. repugn. cp. 14 p. 1039d. Ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι, τοῦ Πλάτωνος ἐπιλαμβανόμενος λέγοντος, ὅτι τῷ μηδὲ μαθόντι μηδ’ ἐπισταμένῳ ζῆν, λυσιτελεῖ μὴ ζῆν, ταῦτ’ εἴρηκε κατὰ λέξιν· Ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστά ἐστι προτρεπτικός. Πρῶτον γὰρ παραδεικνύων, ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προὔτρεψεν ἢ τὸ φιλοσοφεῖν· οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν· οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς καὶ ἀπείρως φρόνιμον γενέσθαι. καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν. εἶτα κατὰ λέξιν· Πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω δ’ οὐδ’ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
