# Fragmenta Moralia 97

Chrysippus, Fragmenta Moralia, Fragment 97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-moralia/97

Stobaeus ecl. II 70, 8 W. Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τὰς ἀρετὰς καὶ ⟨τὰς⟩ σπουδαίας ἕξεις καὶ καθόλου τὰς ἐπαινετὰς ἐνεργείας· ἐκτὸς δὲ τούς τε φίλους καὶ τοὺς γνωρίμους καὶ τὰ παραπλήσια· οὔτε δὲ περὶ ψυχὴν οὔτ’ ἐκτός, τοὺς σπουδαίους καὶ καθόλου ⟨τοὺς⟩ τὰς ἀρετὰς ἔχοντας. Ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός· περὶ ψυχὴν μὲν τάς τε κακίας σὺν ταῖς μοχθηραῖς ἕξεσι καὶ καθόλου τὰς ψεκτὰς ἐνεργείας· ἐκτὸς δὲ τοὺς ἐχθροὺς σὺν τοῖς εἴδεσιν· οὔτε ⟨δὲ⟩ περὶ ψυχὴν οὔτ’ ἐκτὸς τοὺς φαύλους καὶ πάντας τοὺς τὰς κακίας ἔχοντας.

---

Chrysippus, Fragmenta Moralia, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg002.local001/.
