# Fragmenta 658

Claudius Apollinarius, Fragmenta, 658. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/claudius-apollinarius/fragmenta/658
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/claudius-apollinarius/fragmenta/658

Εἰσὶ τοίνυν οἶ δι´ ἄγνοιαν φιλονεικοῦσι περὶ τούτων, συγγνωστὸν πρᾶγμα πεπονθότες· ἄγνοια γαρ οὐ κατηγορίαν ἀναδέχεται, ἀλλὰ διδαχῆς προσδεῖται· καὶ λέγουσιν ὅτι τῇ ιδʹ, τὸ πρόβατον μετὰ τῶν μαθητῶν ἔφαγεν ὁ Κύριος· τῇ δὲ μεγάλῃ ἡμέρᾳ τῶν ἀξύμων αὐτὸς ἔπαθεν· καὶ διηγοῦνται Ματθαῖον οὕτω λέγειν ὡς νενοήκασιν· ὅθεν ἀσυμφώνως ἀσύμφωνος τε νόμῳα ἡ νόησις αὐτῶν· καὶ στασιάζειν δοκεῖ κατ´ αὐτοὺς τὰ Εὐαγγέλια. Ἡ ιδʹ,. τὸ ἀληθινὸν τοῦ Κυρίου Πάσχα, ἡ θυσία ἡ μεγάλη, ὁ ἀντὶ τοῦ ἀμνοῦ Παῖς Θεοῦ, ὁ δεθεὶς, ὁ δήσας τὸν ἰσχυρὸν, καὶ ὁ κριθεὶς κριτὴς ζώντιων καὶ νεκρῶν· καὶ ὁ παραδοθεὶς εἰς χεῖρας ἁμαρτωλῶν, ἵνα σταυρωθῇ, ὁ ὑψωθεὶς ἐπὶ κεράτων μονοκέρωτος,

---

Claudius Apollinarius, Fragmenta. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003682.
