# Fragmenta 1

Claudius Iolaus, Fragmenta, Dfhg-Source dfhg4_CLAUDIUS_IOLAUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/claudius-iolaus/fragmenta/1

Ἄκη, πόλις Φοινίκης...Κλαύδιος δὲ Ἴουλος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους. Χαλεπωτάτων γὰρ ὑπὸ Εὐρυσθέως ἐν ἐπιταγαῖς ἄθλων περισχεθεὶς, τῷ τῆς Λερναίας ὕδρας ἰῷ [καὶ] τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. Ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ ̓ ἀνατολὰς ἰτέον, μέχρι ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπλασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. Εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ [καὶ] ταῖς κεφαλαῖς· ὁπόσα γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. Κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν. Τὸ δ ̓ ὑπερπεφυκὸς κιβώριον ὄψιν ἡδεῖαν ἐδωδίμους τε τὰς φλέβας παρέχον Αἰγυπτίοις· περὶ δὲ τὸν Νεῖλον φύεται πολλή. Ἡ δὲ περὶ τὸν Βῆλον ἕλκη θεραπεύει δυσίατα. Τριβομένη δὲ μετὰ τῆς ῥίζης λευκὸν ἀναδίδωσιν ὀπόν. Τούτῳ, φησὶ, καὶ Ἡρακλῆς ἰάθη. Καὶ καλέσαι τὴν πόλιν Ἄκην.

---

CLAUDIUS IOLAUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1268.tlg002.local002/.
