# Apotelesmatica (= Tetrabiblos) 14-3-19

Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos), 14 to 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/claudius-ptolemaeus/apotelesmatica-tetrabiblos/14-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/claudius-ptolemaeus/apotelesmatica-tetrabiblos/14-3
CTS URN: urn:cts:greekLit:tlg0363.tlg007:14-3-19

ἐν δὲ τῴ δευτέρῳ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν, ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἷθ’ ὁ τοῦ Κρόνου πάλιν καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως, τελευταῖος δὲ ὁ τοῦ Διός. σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων ἡ τάξις ἥδε συνορᾶται. τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ. καὶ ἡ καθ’ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα τυγχάνει. ἵνα γὰρ καθ’ ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι μοίρας η΄, τῴ δὲ δευτέρῳ ζ΄, τῷ δὲ τρίτῳ ς΄, τῷ δὲ τετάρτῳ ε΄, τῴ δὲ πέμπτῳ δ’, συμπληρουμένων οὕτως τῶν κατὰ τὸ ζῴδιον λ΄ μοιρῶν. συνάγεται δὲ καὶ ἐκ τούτου τοῦ μὲν τοῦ Κρόνου μοῖραι ἡμέρας μὲν οή, νυκτὸς δὲ ξς΄, τοῦ δὲ τοῦ Διὸς οβ΄, τοῦ δὲ τοῦ Ἄρεως ξθ΄, τοῦ δὲ τῆς Ἀφροδίτης οε΄, τοῦ δὲ τοῦ Ἑρμοῦ ἡμέρας μὲν ξς΄, νυκτὸς δὲ οη΄. γίνεται τὸ πᾶν τξ΄. τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα ὡς ἔφαμεν τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐτῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπίπαν τὰς μοίρας τῶν ὁρίων ἐν ταῖς κατατεταγμέναις παρ’ αὐτῶν παραδειγματικαῖς γενέσεσιν· αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῇ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γίνοιτο τὸ περὶ τὴν τάξιν ἀνομόλογον.

---

Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos), ed. Franz Johannes Boll, Emilie Boer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0363.tlg007.local001/.
