# Apotelesmatica (= Tetrabiblos) 20-4-24

Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos), 20 to 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/claudius-ptolemaeus/apotelesmatica-tetrabiblos/20-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/claudius-ptolemaeus/apotelesmatica-tetrabiblos/20-4
CTS URN: urn:cts:greekLit:tlg0363.tlg007:20-4-24

ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφω παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον λόγον τῆς τε τάξεως καὶ τῆς ποσότητος αὐτῶν, μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ. τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μὲν μακρὸν ἦν καὶ μετὰ πολλῆς τινος ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι καὶ μόλις ἡμῖν αὐτὴν τὴν καθόλου προαίρεσιν δυνάμενον ὑποδεῖξαι καὶ τυπῶσαι καὶ ταῦτα συνεφοδιαζούσης καὶ αὐτῆς τῆς τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης. ἔχει δὲ οὖν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον. ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθ’ ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθόλου μὲν γὰρ ὁ μὲν δύο τούτων ἔχων ἀστὴρ οἰκοδεσποτείας ἐν τῷ αὐτῷ ζωδίῳ προτάσσεται κἂν κακοποιὸς ὅπου δὲ τοῦτο οὐ συμβαίνει, οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάσσονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν τῶν ἑξῆς ἀνὰ δύο ἐχόντων οἰκοδεσποτείας προτασσομένου τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. ὁ μέντοι Καρκίνος καὶ ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης ἐπεὶ οὐ δίδοται τοῖς φωσὶν ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς, διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις αὐτοῖς ἡ οἰκεία φυλάσσεται.

---

Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos), ed. Franz Johannes Boll, Emilie Boer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0363.tlg007.local001/.
