Ancient Greek · ~2 min
Volume 2
Claudius Ptolemaeus, Inscriptio Canobi 2.154
Not analysed yet
συστήματος κοσμικοὶ φθόγγοι ἑστῶτες
σφαίρας ἀπλανῶν μέση ὑπερβολαίων λϛ
Κρόνου νήτη ὑπερβολαίων λβ
Διὸς διεζευγμένων κδ
Ἄρεως νήτη συνημμένων κα γʹ
☉παραμέση ιη
Ἀφροδίτης καὶ Ἑρμοῦ μέση ιϛ
☾ὑπάτη μέσων ιβ
πυρὸς ἀέρος ὑπάτη ὑπάτων θ
ὕδατος γῆς προσλαμβανόμενος η
περιέχουσιν οἱ ἀριθμοὶ μεσότητας μὲν ἀριθμητικὰς ε,
γεωμετρικὰς ϛ, ἁρμονικὰς ε, συμφωνιῶν δὲ ἐν λόγοις
ἐπιμορίοις καὶ πολλαπλασίοις
διὰ τεσσάρων ἐν ἐπιτρίτοις ε
διὰ πέντε ἐν ἡμιολίοις δ
διὰ πασῶν ἐν διπλασίοις ε
διὰ πέντε καὶ διὰ πασῶν ἐν τριπλασίοις β