Ancient Greek · ~48 min
Ζ.
Claudius Ptolemaeus, Μαθηματικὴ Σύνταξις 1.1
Not analysed yet
αʹ. Ὅτι οἱ ἀπλανεῖς ἀστέρες τὴν αὐτὴν ἀεὶ θέσιν συντηροῦσιν πρὸς ἀλλήλους. Διεξελθόντες ἐν τοῖς πρὸ τούτου συντεταγμένοις, ὧ Σύρε, τά τε περὶ τὴν ὀρθὴν καὶ τὴν ἐγκεκλιμένην σφαῖραν συμβεβηκότα καὶ ἔτι τὰ περὶ τὰς ὑποθέσεις τῶν κινήσεων ἡλίου καὶ σελήνης καὶ τῶν κατʼ αὐτὰς θεωρουμένων σχηματισμῶν ἀρξόμεθα νῦν ἕνεκεν τῆς κατὰ τὸ ἑξῆς θεωρίας τοῦ περὶ τῶν ἀστέρων λόγου καὶ πρώτου κατὰ τὸ ἀκόλουθον τοῦ περὶ τῶν ἀπλανῶν καλουμένων. πρῶτον μὲν δὴ πάντων τοῦτο προληπτέον, ὅτι κατὰ τὴν προσηγορίαν ἕνεκεν μὲν τοῦ τοὺς ἀστέρας αὐτοὺς τά τε σχήματα ὄμοια καὶ τὰ διαστήματα ἴσα πρὸς ἀλλήλους συντηροῦντας ἀεὶ φαίνεσθαι καλῶς ἂν αὐτοὺς καλοῖμεν ἀπλανεῖς, ἕνεκεν δὲ τοῦ τὴν σφαῖραν αὐτῶν ὅλην, ἐφʼ ἧς ὥσπερ προσπεφυκότες περιφέρονται, καὶ αὐτὴν φαίνεσθαι ποιουμένην εἰς τὰ ἑπόμενα καὶ πρὸς ἀνατολὰς τῆς πρώτης φορᾶς μετάβασιν ἰδίαν καὶ τεταγμένην οὐκέτʼ ἂν ἁρμόζοι καὶ ταύτην ἀπλανῆ καλεῖν· ἑκάτερον γὰρ τούτων οὕτως ἔχον εὑρίσκομεν, ἐξ ὧν γε ὁ τοσοῦτος χρόνος ὑποβάλλει, καὶ τοῦ Ἱππάρχου μὲν ἔτι πρότερον, ἀφʼ ὧν εἶχε φαινομένων, ἐν ὑπονοίᾳ τούτων ἀμφοτέρων γεγονότος, ὥστε μέντοι περὶ τοῦ πλείονος χρόνου στοχάσασθαι μᾶλλον ἢ διαβεβαιώσασθαι διὰ τὸ πάνυ ὀλίγαις πρὸ ἑαυτοῦ περιτετυχηκέναι τῶν ἀπλανῶν τηρήσεσι σχεδόν τε μόναις ταῖς ὑπὸ Ἀριστύλλου καὶ Τμοχάριδος ἀναγεγραμμέναις καὶ ταύταις οὔτε ἀδιστάκτοις οὔτʼ ἐπεξειργασμέναις, καὶ ἡμῶν δʼ ἐκ τῆς τῶν νῦν θεωρουμένων πρὸς τὰ τότε συγκρίσεως τὴν αὐτὴν κατάληψιν εὑρισκόντων, ἤδη μέντοι βεβαιοτέραν τῷ καὶ ἀπὸ πλείονος χρόνου τὴν ἐξέτασιν γεγενῆσθαι καὶ τὰς τοῦ Ἱππάρχου περὶ τῶν ἀπλανῶν ἀναγραφάς, πρὸς ἃς μάλιστα πεποιήμεθα τὰς συγκρίσεις, μετὰζπάσης ἐξεργασίας ἡμῖν παραδεδόσθαι. ὅτι μὲν οὖν οὐδεμία μετάπτωσις γέγονεν οὐδὲ μέχρι τοῦ δεῦρο τῆς πρὸς ἀλλήλους αὐτῶν θέσεως, ἀλλ οἱ κατὰ τὸν ππαρχον τετηρημένοι σχηματισμοὶ καὶ νῦν ἀπαραλλάκτως οἱ αὐτοὶ θεωροῦνται καὶ οὐ μόνον οἱ τῶν ἐν τῷ ζῳδιακῷ πρὸς ἀλλήλους ἢ τῶν ἔξωθεν αὐτοῦ πρὸς τοὺς ὁμοίωος ἔχοντας, ὅπερ ἄν συνέβαινεν, εἰ μόνοι, καθʼ ἣν ἐκτίθεται πρώτην ὑπόθεσιν ὁ Ἵππαρχος, οἱ περὶ τὸν ζῳδιακὸν αὐτὸν ἀστέρες ἐποιοῦντο τὴν εἰς τὰ ἑπόμενα μετάβασιν, ἀλλὰ καὶ τῶν ἐν τῷ ζῳδιακῷ πρὸς τοὺς ἔξωθεν αὐτοῦ καὶ ἀπωτέρω, γένοιτο μὲν ἂν εὐκατανόητον καὶ παντὶ τῷ βουλομένῳ προσάγειν τὴν ἐξέτασιν καὶ φιλαληθῶς ἀναθεωρεῖν, εἰ τὰ νῦν φαινόμενα συμφώνως ἔχει ταῖς κατʼ ἐκεῖνον ἀναγραφαῖς. παραθησόμεθα δʼ οὐν καὶ ἐνθάδε τῆς προχείρου πείρας ἕνεκεν ὀλίγας τῶν ἀναγραφῶν τὰς μάλιστα εὐκατανοήτους τε εἶναι δυναμένας καὶ πᾶσαν τὴν σύγκρισιν ὑπτʼ ὄψιν ἀγαγεῖν ἐκ τοῦ συντετηρημένους δεικνύειν τοὺς περιεχομένους σχηματισμοὺς ὑπὸ τῶν ἔξωθεν τοῦ ζῳδιακοῦ κατὰ τὸ αὐτὸ πρὸς ἀλλήλους τε καὶ τούς ἐν τῷ ζῳδιακῷ. ἐπὶ μὲν τοίνυν τῶν κατὰ τὸν Καρκίνον ἀστέρων ἀναγράφει, ὅτι ὁ ἐν τῇ νοτίῳ χηλῇ τοῦ Καρκίνου καὶ ὁ ταύτης τε καὶ τῆς τοῦ Ὕρου κεφαλῆς προηγούμενος λαμπρὸς καὶ τῶν ἐν τῷ Πρόκυνι ὁ λαμπρὸς ἐπʼ εὐθείας εἰσὶν ἔγγιστα· ὁ γὰρ μέσος αὐτῶν τὴν διὰ ῶν ἄκρων εὐθείας καὶ πρὸς ἄρκτους καὶ πρὸς ἀνατολὰς παραλλάσσει δάκτυλον α U+2220΄, τὰ δὲ μεταξὺ διαστήματά ἐστιν ἴσα. ἐπὶ δὲ τῶν κατὰ τὸν Λέοντα, ὅτι τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος τεσσάρων οἱ δύο οἱ πρὸς ἀνατολὰς καὶ τοῦ Ὕδρου ὁ ἐν τῇ ἐκφύσει τοῦ τραχήλου ἐπʼ εὐθείας εἰσίν, καὶ πάλιν, ὅτι ἡ ἀγομένη εὐθεῖα διά τε τῆς οὐρᾶς τοῦ Λέοντος καὶ τοῦ ἐν ἄκρᾳ οὐρᾷ τῆς Ἄρκτου πρὸς δύσιν ἀπολαμβάνει τὸν ὑπὸ τὴν οὐρὰν τῆς Ἄρκτου ἐκφανῆ δακτύλῳ ἐνί, καὶ ὁμοίως, ὅτι ἡ διὰ τοῦ ὑπὸ τὴν οὐρὰν τῆς Ἄρκτου καὶ τῆς οὐρᾶς τοῦ Λέοντος εὐθεῖα ἐπιζευγνύει τοὺς ἡγουμένους τῶν ἐν τῷ Πλοκάμῳ. ἐπὶ δὲ τῶν κατὰ τὴν Παρθένον, ὅτι τοῦ βορείου ποδὸς τῆς Παρθένου καὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Βοώτου μεταξὑ κεῖνται δύο, ὧν ὁ μὲν νότιος καὶ λαμπρὸς ὅμοιός τε τῷ ποδὶ τοῦ Βοώτου τὴν διὰ τῶν ποδῶν εὐθεῖαν πρὸς ἀνατολὰς παραλλάσσει, ὁ δὲ βόρειος καὶ ἡμιεκφανὴς ἐπʼ εὐθείας ἐστὶν τοῖς ποσίν, καὶ ὅτι τῶν δύο τούτων τοῦ ἡμιεκφανοῦς προηγοῦνται δύο ἐκφανεῖς ποιοῦντες μετὰ τοῦ ἡμιεκφανοῦς τρίγωνον ἰσοσκελές, οὗ κορυφὴ ὁ ἡμιεκφανής, οὐτοι δὲ ἐπʼ εὐθείας εἰσὶν τῷ τε Ἀρκτούρῳ καὶ τῷ νοτίῳ ποδὶ τῆς Παρθένου, καὶ πάλιν, ὅτι τοῦ Στάχυος καὶ τοῦ δευτέρου ἐν τῷ Ὕδρῳ ἀπʼ ἄκρας οὐρᾶς μεταξὑ κεῖνται τρεῖς ἐπʼ εὐθείας ἀλλήλοις· τούτων ὁ μέσος ἐπʼ εὐθείας ἐστὶν τῷ τε τάχυι καὶ τῷ δευτέρῳ ἀπʼ ἄκρας τῆς τοῦ Ὕδρου οὐρᾶς. ἐπὶ δὲ τῶν κατὰ τὰς Χηλάς, ὅτι ὁ ἐπʼ εὐθείας ἔγγιστα τοῖς λαμπροῖς τῶν Χηλῶν πρὸς ἄρκτους λαμπρός τέ ἐστιν καὶ τριπλοῦς· ἐφʼ ἑκάτερα γὰρ αὐτοῦ μικρὸς εἶς παράκειται. ἐπὶ δὲ τῶν κατὰ τὸν Χκορπίον, ὅτι ἡ ἀγομένη εὐθεῖα διά τε τοῦ ἑπομένου τῶν ἐν τῷ κέντρῳ τοῦ Σκορπίου καὶ διί τοῦ δεξιου γόνατος τοῦ φιούχου διχοτομεῖ τὸ μεταξὑ διάστημα τῶν δύο τῶν ἡγουμένων ἐν τῷ δεξιῷ ποδὶ τοῦ λφιούχου, καὶ ὅτι ὁ πέμπτος καὶ ἕβδομος σφόνδυλος ἐπʼ εὐθείας εἰσὶ τῷ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρῷ, καὶ πάλιν, ὅτι ὁ βορειότερος τῶν ἐν τῇ βάσει τοῦ Θυμιατηρίου μεταξὑ καὶ ἐπʼ εὐθείας ἔγγιστά ἐστιν τῷ τε πέμπτῳ σφονδύλῳ καὶ τῷ ἐν μέσῳ τῷ Θυμιατηρίῳ ἴσον σχεδὸν ἀφʼ ἑκατέρου ἀπέχων. ἐπὶ δὲ τῶν κατὰ τὸν Τοξότην, ὅτι τοῦ ὑπὸ τὸν Τοξότην Κύκλου πρὸς ἀνατολὰς καὶ πρὸς μεσημβρίαν κεῖνται δύο ἐκφανεῖς ἱκανὸν διεστηκότες ἀλλήλων ὡς πήχεις τρεῖς· τούτων ὁ νοτιώτερος καὶ λαμπρότερος, ἐπὶ δὲ τοῦ ποδὸς τοῦ Τοξότου, ἐπʼ εὐθείας ἐστὶν ἔγγιστα τῷ μέσῳ τῶν ἐν τῷ Κύκλῳ τριῶν ἐκφανῶν τῶν πρὸς, ἀνατολὰς ἐν τῷ αὐτῷ μάλιστα κειμένων καὶ τῶν ἐν τῷ Τετραπλεύρῳ ἀντιγωνίων λαμπρῶν τῷ ἑπομένῳ, τὰ δὲ μεταξὑ αὐτῶν δύο διαστήματά ἐστιν ἴσα, ὁ δὲ βόρειος αὐτῶν τὴν μὲν εὐθεῖαν ταύτην πρὸς ἀνατολὰς παραλλάσσει, ἐπʼ εὐθείας δʼ ἐστὶν τοῖς λαμπροῖς καὶ ἀντιγωνίοις ἐν τῷ Τετραπλεύρῳ. ἐπὶ δὲ τῶν κατὰ τὸν Ὑδροχόον, ὅτι οἱ ἐν τῇ κεφαλῇ τοῦ που δύο συνεχεῖς καὶ ὁ ἑπόμενος ὡμος τοῦ Ὑδροχόου ἔγγιστα ἐπʼ εὐθείας εἰσίν, παράλληλός ἐστιν ἡ ἀπὸ τοῦ ἡγουμένου ὥμου τοῦ δροχόου ἐπὶ τὸν ἐν τῇ γένυι τοῦ Ἵππου, καὶ πάλιν, ὅτι ὁ μος ὁ ἡγούμενος τοῦ Τδροχόου καὶ τῶν ἐν τῷ τραχήλῳ τοῦ Ἵππου δύο ὁ λαμπρὸς καὶ ὁ ἐν τῷ ὀμφαλῷ τοῦ που ἐπʼ εὐθείας εἰσὶν καὶ τὰ διαστήματα ἴσα, καὶ ὅτι ἡ διὰ τοῦ ῥύγχους τοῦ Ἵππου καὶ τοῦ πρὸς ἀνατολὰς τῶν ἐν τῇ Κάλπιδι τεσσάρων δίχα τε καὶ πρὸς ὀρθὰς ἔγγιστα τέμνει τὴν διὰ τῶν ἐν τῇ κεφαλῇ τοῦ που δύο συνεχῶν. ἐπὶ δὲ τῶν κατὰ τούς Ἰχθύας, ὅτι ὁ ἐν τῷ ῥύγχει τοῦ νοτίου χθύος καὶ τοῦ Ἵππου ὅ τε ἐν τοῖς ὥμοις λαμπρὸς καὶ ὁ ἐν τῷ στήθει λαμπρὸς ἐπʼ εὐθείας εἰσίν. ἐπὶ δὲ τῶν κατὰ τὸν Κριόν, ὅτι ὁ ἡγούμενος τῆς βάσεως τοῦ Τριγώνου πρὸς ἀνατολὰς δάκτυλον ἕνα παραλλάσσει τὴν ἀγομένην εὐθεῖαν διά τε τοῦ ἐν τῷ ῥύγχει τοῦ Κριοῦ καὶ διὰ τοῦ ἀριστεροῦ ποδὸς τῆς Ἀνδρομέδας, καὶ πάλιν, ὅτι τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ οἱ ἡγούμενοι καὶ ἡ διχοτομία τῆς βάσεως τοῦ Τριγώνου ἐπʼ εὐθείας εἰσίν. ἐπὶ δὲ τῶν κατὰ τὸν Ταῦρον, ὅτι τῶν άδων οἱ πρὸς ἀνατολὰς καὶ τῆς δορᾶς, ῆν ἔχει ὁ Ὠρίων ἐν τῇ ἀριστερᾷ χειρί, ὁ ἕκτος ἀπὸ μεσημβρίας ἀριθμούμενος ἐπʼ εὐθείας εἰσίν, καὶ ὅτι ἡ ἀγομένη εὐθεῖα διά τε τοῦ ἡγουμένου ὀφθαλμοῦ τοῦ Ταύρου καὶ διὰ τοῦ ἑβδόμου ἀπὸ μεσημερίας τῶν ἐν τῇ δορᾷ τὸν λαμπρὸν τῶν Ὑάδων πρὸς ἄρκτους ἀπολαμβάνει δάκτυλον. ἐπὶ δὲ τῶν κατὰ τοὺς Διδύμους, ὅτι ταῖς κεφαλαῖς τῶν Διδύμων ἐπʼ εὐθείας ἐστίν τις ἀστὴρ ὑπολειπόμενος τῆς ἑπομένης κεφαλῆς τριπλάσιον τοῦ τῶν κεφαλῶν διαστήματος, ὁ δʼ αὐτὸς καὶ τοῖς νοτιωτέροις τῶν περὶ τὸ νεφέλιον τεσσάρων ἐπʼ εὐθείας ἐστίν. τούτων δὴ καὶ τῶν τοιούτων σχηματισμῶν τῶν διʼ ὅλης μάλιστα τῆς σφαίρας σύγκρισιν περιεχόντων οὐδένα μέχρι τοῦ νῦν ὁρῶμεν ἠλλοιωμένον, ὅπερ ἄν συμβεβήκει πάνυ αἰσθητῶς ἐν τοῖς μεταξὑ διακοσίοις που καὶ ἐξήκοντα ἔτεσιν, εἰ μόνοι τῶν ἀστέρων οἱ περὶ τὸν τῶν ζφδίων κύκλον ἐποιοῦντο τὴν πρὸς ἀνατολὰς μετάβασιν. ἑνεκεν δὲ τοῦ καὶ τοὺς μεθʼ ἡμᾶς ἀπὸ πλειόνων ἔτι τούτοις ὁμοιοτρόπων σχηματισμῶν τὴν κατὰ τὸν πλείω χρόνον ἀνάκρισιν ποιεῖσθαι προσθήσομεν καὶ τῶν μὴ τετυχηκότων μὲν ἀναγραφῆς παλαιοτέρας, ὑφʼ ἡμῶν δὲ παρατηρηθέντων, τοὺς μιάλιστα εὐκατανοήτους εἶναι δυναμένους ἀπὸ τῶν κατὰ τὸν Κριὸν τὴν ἀρχὴν ποιησάμενοι. τῶν ἐν τῇ κεφαλῇ τοίνυν τοῦ Κριοῦ τριῶν οἱ δύο οἷ βορειότεροι καὶ ὁ ἐν τῷ νοτίῳ γόνατι τοῦ Περσέως λαμπρὸς καὶ ὁ καλούμενος ΑΠξ ἐπʼ εὐθείας εἰσίν. πάλιν ἡ διὰ τοῦ καλουμένου Αἰγὸς καὶ τοῦ λαμπροῦ τῶν άδωον ἐπιζευγνυμένη εὐθεῖα μικρὸν πρὸς ἀνατολὰς λαμβάνει τὸν ἐν τῷ ἡγουμένῳ ποδὶ τοῦ Ἡνιόχου, ὁ δὲ καλούμενος Αξ καὶ ὁ κοινὸς τοῦ τε ἑπομένου ποδὸς τοῦ νιόχου καὶ ἄκρου τοῦ βορείου κέρως τοῦ Ταύρου καὶ ὁ ἐν τῷ ἡγουμένῳ ὥμῳ τοῦ Σρίωνος ἐπʼ εὐθείας εἰσίν. πάλιν οἱ ἐν ταῖς κεφαλαῖς τῶν Διδύμων λαμπροὶ καὶ ὁ ἐν τῷ τραχήλῳ τοῦ Τδρου λαμπρὸς ἐπʼ εὐθείας ἔγγιστά εἰσιν. πάλιν οἱ ἐν τῷ ἐμπροσθίῳ ποδὶ τῆς Ἄρκτου συνεχεῖς δύο καὶ ὁ ἐπʼ ἄκρας τῆς βορείου χηλῆς τοῦ Καρκίνου καὶ τῶν Ὄνων ὁ βορειότερος ἐπʼ εὐθείας εἰσίν. ὁμοίως ὁ νότιος Ὄνος καὶ ὁ ἐν τῷ Πρόκυνι λαμπρὸς καὶ ὁ μεταξὑ αὐτῶν ἐκφανής, προηγούμενος δὲ τῆς τοῦ Ὕδρου κεφαλῆς, ἐπʼ εὐθείας ἔγγιστά εἰσιν. πάλιν ἡ ἀπὸ τοῦ μέσου τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος λαμπρῶν ἐπὶ τὸν ἐν τῷ Ὕδρῳ λαμπρὸν ἀγομένη εὐθεῖα μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν ἐπὶ τῆς καρδίας τοῦ Λέοντος· ἡ ἀπὸ τοῦ ἐν τῇ ὀσφύι τοῦ Λέοντος λαμπροῦ ἐπὶ τὸν ἐν τῷ ὀπισθομήρῳ τῆς Ἄρκτου λαμπρόν, ὅς ἐστιν τοῦ τετραπλεύρου τῆς ἑπομένης πλευρᾶς ὁ νότιος, μικρὸν πρὸς δυσμὰς ἀπολαμβάνει τοὺς ἐν τῷ ἑπομένῳ ἀκρόποδι τῆς Ἄρκτου δύο συνεχεῖς. πάλιν ἡ ἀπὸ τοῦ ἐν τῷ ὀπισθομήρῳ τῆς Παρθένου ἐπὶ τὸν δεύτερον ἀπʼ ἄκρας τῆς οὐρᾶς τοῦ Τδρου πρὸς δυσμὰς ἀπολαμβάνει βραχύ τὸν καλούμενον Στάχυν· ἡ ἀπὸ τοῦ Στάχυος ἐπὶ τὸν ἐν τῇ κεφαλῇ τοῦ Βοώτου μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν Ἀρκτοῦρον· ὁ Στάχυς καὶ οἱ ἐπὶ τῶν πτερύγων τοῦ Κόρακος ἐπʼ εὐθείας εἶσίν· ὁ Στάχυς καὶ ὁ ἐν τῷ ὀπισθομήρῳ τῆς Παρθένου καὶ τῶν ἐν τῇ προηγουμένῃ κνήμῃ τοῦ Μοώτου τριῶν ὁ βόρειος καὶ λαμπρὸς ἐπʼ εὐθείας εἰσίν. πάλιν οἱ ἐν ταῖς Χηλαῖς λαμπροὶ καὶ ὁ ἐπʼ ἄκρας τῆς οὐρᾶς τοῦ Ὕδρου ἐπʼ εὐθείας ἔγγιστά εἰσιν· ὁ ἐν τῇ νοτίῳ Χηλῇ λαμπρὸς καὶ ὁ Ἀρκτοῦρος καὶ ὁ μέσος τῶν ἐν τῇ οὐρᾷ τῆς Ἄρκτου τῆς μεγάλης τριῶν ἐπʼ εὐθείας εἶσίν· ὁ ἐν τῇ βορείῳ Χηλῇ λαμπρὸς καὶ ὁ Ἀρκτοῦρος καὶ ὁ ἐν τῷ ὀπισθομήρῳ τῆς Ἄρκτου ἐπʼ εὐθείας εἰσίν. πάλιν ὁ ἐπὶ τοῦ ἑπομένου ἀντικνημίου τοῦ Ὀφιούχου καὶ ὁ ἐν τῷ πέμπτῳ σφονδύλῳ τοῦ κορπίου καὶ τῶν ἐν τῷ κέντρῳ αὐτοῦ δύο συνεχῶν ὁ προηγούμενος ἐπʼ εὐθείας εἰσίν· τῶν ἐν τῷ στήθει τοῦ Σκορπίου τριῶν ὁ προηγούμιενος καὶ οἱ δύο οἱ ἐν τοῖς γόνασιν τοῦ Ὀφιούχου τρίγωνον ἰσοσκελὲς ποιοῦσιν, οὗ κορυφὴ τῶν ἐν τῷ στήθει τριῶν ὁ προηγούμενος. πάλιν ὁ ἐπὶ τοῦ ἐμπροσθίου καὶ νοτίου σφυροῦ τοῦ Τοξότου, δευτέρου δὲ μεγέθους, καὶ ὁ ἐπὶ τῆς ἀκίδος καὶ ὁ ἐν τῷ ἑπομένῳ γόνατι τοῦ φιούχου ἐπʼ εὐθείας εἰσίν· ὁ ἐν τῷ γόνατι τοῦ αὐτοῦ ποδὸς τοῦ Τοξότου παρακείμενος τῷ Στεφάνῳ καὶ ὁ ἐπὶ τῆς ἀκίδος καὶ ὁ ἐν τῷ ἡγουμένῳ γόνατι τοῦ Ὀφιούχου ἐπʼ εὐθείας εσίν. πάλιν ἡ ἀπὸ τοῦ ἐν τῇ Λύρα λαμπροῦ ἐπὶ τὸν ἐν τοῖς κέρασιν τοῦ Αἰγόκερω ἐπιζευγνυμένη εὐθεῖα μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν ἐν τῷ Ἀετῷ λαμπρόν· ἡ ἀπὸ τοῦ ἐν τῷ Ἀετῷ λαμπροῦ ἐπὶ τὸν ἐν τῷ στόματι τοῦ νοτίου Ἰχθύος πρώτου μεγέθους διχοτομεῖ ἔγγιστα τὸ μεταξὺ διάστημα τῶν ἐπὶ τῆς οὐρᾶς τοῦ Αἰγόκερω δύο λαμπρῶν. πάλιν ἡ ἀπὸ τοῦ ἐν τῷ στόματι τοῦ νοτίου Ἰχθύος πρώτου μεγέθους ἐπὶ τὸν ἐν τῷ ῥύγχει τοῦ Ἵππου μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν λαμπρὸν τὸν ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὑδροχόου. πάλιν τῶν δύο νοτίων γθύων οἱ ἐν τοῖς στόμασι καὶ τοῦ ἐν τῷ Ἵππῳ τετραπλεύρου οἱ ἡγούμενοι ἐπʼ εὐθείας εἰσίν. καὶ τούτους μέντοι πάλιν αὐτοὺς τοὺς σχηματισμοὺς εἴ τις ἐφαρμόζοι ταῖς κατὰ τὸν τοῦ Ἱππάρχου τῆς στερεᾶς σφαίρας ἀστερισμὸν διατυπώσεσιν, τὰς αὐτὰς ἂν ἔγγιστα εὕροι ταῖς νῦν τὰς ἐκ τῆς τότε παρατηρήσεως κατὰ τὴν ἀναγραφὴν γινομένας αὐτῶν ἐν τῇ σφαίρᾳ θέσεις.