Ancient Greek
Η΄.
Claudius Ptolemaeus, Μαθηματικὴ Σύνταξις 2.1-2
Not analysed yet
β΄. Περὶ τῆς θέσεως τοῦ γαλακτίου κύκλου. Ἡ μὲν οὖν τῶν ἀπλανῶν ἀστέρων τάξις τοιαύτην ἂν ἡμῖν ἔχοι τὴν ἔκθεσιν, συνάψομεν δʼ ἀκολούθως καὶ τὰ περὶ τῆς τοῦ γαλακτίου κύκλου διαθέσεως, ὡς ἔνι μάλιστα, καὶ ὡς ἕκαστα τῶν μερῶν αὐτοῦ τετηρήκαμεν, πειρώμενοι τὰς κατὰ μέρος φαντασίας διατυπώσασθαι. ὅτι μὲν δὴ ὁ γαλακτίας οὔκ ἐστιν κύκλος ἁπλῶς, ἀλλὰ ζώνη τις ὡσπερεὶ γάλακτος ἐπίπαν ἐπέχουσα τὴν χρόαν, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχεν, καὶ αὕτη δὲ οὐχ ὁμαλή τις οὐδὲ τεταγμένη, ἀλλὰ καὶ τῷ πλάτει καὶ τῷ χρώματι καὶ τῇ πυκνότητι καὶ τ θέσει διάφορον, καὶ ὅτι κατά τι μέρος διπλῆ τυγχάνει, καὶ τοῖς οὕτως ἁπλῶς ὁρῶσιν εὐσύνοπτον ἂν γένοιτο, τὰ δὲ κατὰ μέρος καὶ περιεργοτέρας δεόμενα παρατηρήσεως οὕτως ἔχοντα εὑρίσκομεν· τὸ τοίνυν διπλοῦν μέρος τῆς ζώνης τὴν μὲν ἑτέραν τῶν ὡσεὶ συναφῶν ἔχει πρὸς τῷ Θυμιατηρίῳ, τὴν δὲ ἑτέραν κατὰ τὸν Ὄρνιν, καὶ ἡ μὲν προηγουμένη ζώνη οὐδαμῶς συνῆπται τῇ ἑτέρᾳ· διαλείμματα γὰρ ποιεῖ κατὰ τὴν πρὸς τῷ Θυμιατηρίῳ συναφὴν καὶ κατὰ τὴν πρὸς τῷ Ὄρνιθι· ἡ δʼ ἑπομένη συνῆπται τῷ λοιπῷ μέρει τοῦ γαλακτίου καὶ μίαν ποιεῖ ζώνην, διʼ ἧς ἂν ἔρχοιτο καὶ ὁ κατὰ μέσην αὐτὴν μάλιστα γραφόμενος μέγιστος κύκλος· ὑπὲρ ἧς πρῶτον ποιησόμεθα τὸν λόγον ἀπὸ τῶν νοτιωτάτων αὐτῆς μερῶν ἀρξάμενοι. ταῦτα δὴ φέρεται μὲν διὰ τῶν ποδῶν τοῦ Κενταύρου, μᾶλλον δʼ ἔστιν ἀραιότερα καὶ ἀμαυρότερα. καὶ ὁ μὲν ἐπὶ τῆς ἀγκύλης τοῦ ὀπισθίου καὶ δεξιοῦ ποδὸς ὀλίγῳ νοτιώτερός ἔστιν τῆς βορείου γραμμῆς τοῦ γάλακτος, ὁμοίως δὲ καὶ ὁ ἐπὶ τοῦ ἐμπροσθίου ἀριστεροῦ γόνατος καὶ ὁ ὑπὸ τὸ δεξιὸν ὀπίσθιον σφυρόν· ὁ δʼ ἐν τῷ ὀπισθίῳ καὶ εὐωνύμῳ πήχει ἐν μέσῳ κεῖται τῷ γάλακτι, ὁ δʼ ἐν τῷ αὐτῷ σφυρῷ καὶ ὁ ἐπὶ τοῦ ἐμπροσθίου δεξιοῦ σφυροῦ ἀπέχουσι πρὸς ἄρκτους τῆς νοτίου ἁψῖδος τμήματα β ἔγγιστα, οἵων ἐστὶν ὁ μέγιστος κύκλος τξ· καί ἐστιν ἠρέμα πυκνότερα τὰ κατὰ τῶν ὀπισθίων ποδῶν. εἶτα ἐφεξῆς ἡ μὲν βόρειος ἁψὶς τοῦ γάλακτος ἀπέχει τοῦ ἐπὶ τῆς ὀσφύος τοῦ Θηρίου τμῆμα α U+2220΄ ἔγγιστα, ἡ δὲ νότιος ἐναπολαμβάνει μὲν τὸν ἐπὶ τοῦ καυστῆρος τοῦ Θυμιατηρίου, παράπτεται δὲ τῶν ἐν τῷ ἐπιπύρῳ δύο συνεχῶν τοῦ βορειοτέρου καὶ τῶν ἐν τῇ βάσει δύο τοῦ νοτιωτέρου. ὁ δʼ ἐν τῷ βορειοτέρῳ μέρει τοῦ ἐπιπύρου καὶ ὁ ἐν μέσῳ τῷ ἐπιπύρῳ ἐν αὐτῷ κεῖνται τῷ γάλακτι· καί ἐστιν ἀραιότερα ταῦτα μᾶλλον τὰ μέρη. εἶτα τὸ μὲν βόρειον μέρος τοῦ γάλακτος ἐναπολαμβάνει τοὺς πρὸ τοῦ κέντρου τοῦ Σκορπίου τρεῖς σφονδύλους καὶ τὴν ἑπομένην τῷ κέντρῳ νεφελοειδῆ συστροφήν, ἡ δὲ πρὸς μεσημβρίαν ἁψὶς ἅπτεται μὲν τοῦ ἐν τῷ δεξιῷ καὶ ἐμπροσθίῳ σφυρῷ τοῦ Τοξότου, ἐναπολαμβάνει δὲ τὸν ἐπὶ τῆς εὐωνύμου χειρός· καὶ ὁ μὲν ἐπὶ τοῦ νοτίου μέρους τοῦ Τοξότου ἐκτός ἐστιν τοῦ γάλακτος, ὁ δʼ ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ἐν μέσῳ αὐτοῦ, οἱ δʼ ἐν τῷ βορείῳ μέρει τοῦ Τοξότου καὶ αὐτοὶ κεῖνται ἐν τῷ γάλακτι μικρῷ πλέον ἑνὸς τμήματος ἑκάτερος ἀπέχων ἀφʼ ἑκατέρας τῶν ἁψίδων ὁ μὲν νότιος τῆς πρὸς τὴν μεσημβρίαν, ὁ δὲ βόρειος τῆς ἐναντίας· καί ἐστιν τὰ μὲν κατὰ τῶν γ σφονδύλων ἠρέμα πυκνότερα, τὰ δὲ περὶ τὴν ἀκίδα σφόδρα πεπύκνωται καὶ καπνώδη φαίνεται. τὰ δʼ ἐφεξῆς ἠρέμα μέν ἐστιν ἀραιότερα, παρατείνει δὲ παρὰ τὸν Ἀετὸν τὸ αὐτὸ σχεδὸν πλάτος σώζοντα· καὶ ὁ μὲν ἐπʼ ἄκρας τῆς οὐρᾶς τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἐν καθαρῷ κείμενος ἀέρι μικρῷ πλέον ἑνὸς τμήματος ἀπέχει τῆς προηγουμένης τοῦ γάλακτος ἁψῖδος, τῶν δʼ ὑπʼ αὐτὸν κειμένων λαμπρῶν οἱ προηγούμενοι β ἐν αὐτῷ κεῖνται τῷ γάλακτι ὁ μὲν νοτιώτερος ἀπέχων τῆς ἑπομένης ἁψῖδος ἓν τμῆμα, ὁ δὲ βορειότερος β, καὶ ὁ μὲν ἑπόμενος τῶν ἐν τῷ δεξιῷ ὤμῳ τοῦ Ἀετοῦ ἅπτεται τῆς αὐτῆς ἁψῖδος, ὁ δὲ προηγούμενος ἐντὸς ἀπολαμβάνεται, ὁμοίως δὲ καὶ ὁ προηγούμενος λαμπρὸς τῶν ἐν τῇ εὐωνύμῳ πτέρυγι, ὁ δʼ ἐπὶ τοῦ μεταφρένου λαμπρὸς καὶ οἱ ἐπʼ εὐθείας αὐτῷ β ὀλίγου δέουσιν καὶ αὐτοὶ παράπτεσθαι τῆς αὐτῆς ἁψῖδος. μετὰ ταῦτα δὲ ὁ Ὀιστὸς ὅλος ἐναπολαμβάνεται τῷ γάλακτι, καὶ ὁ μὲν ἐπὶ τῆς ἀκίδος τμῆμα ἓν ἀπέχει τῆς πρὸς ἀνατολὰς ἁψῖδος, ὁ δʼ ἐπὶ τῆς γλυφίδος β τμήματα τῆς πρὸς δυσμάς· καί ἐστιν τὰ μὲν περὶ τὸν Ἀετὸν ἠρέμα πυκνότερα, τὰ δὲ λοιπὰ ἠρέμα ἀραιότερα. ἐφεξῆς δὲ ἐπὶ τὸν Ὄρνιν ἔρχεται τὸ γάλα, καὶ ἡ μὲν πρὸς ἄρκτους καὶ δυσμὰς ἁψὶς ἀφορίζεται ἐν ἐπικαμπίῳ ὑπό τε τοῦ ἐν τῷ νοτίῳ ὤμῳ τοῦ Ὄρνιθος καὶ τοῦ ὑπʼ αὐτὸν ἐν τῇ πτέρυγι τῇ αὐτῇ καὶ τῶν ἐπὶ τοῦ νοτίου ποδὸς β, ἡ δὲ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν ἀφορίζεται μὲν ὑπὸ τοῦ ἐν ἄκρῳ τῷ νοτίῳ ταρσῷ, ἐναπολαμβάνει δὲ τοὺς ὑπὸ τὴν αὐτὴν πτέρυγα β ἀμορφώτους ἀπέχοντας αὐτῆς ἐγγὺς β τμήματα· καί ἐστιν τὰ περὶ τὴν πτέρυγα ἠρέμα πυκνότερα. τὰ δὲ ἐφεξῆς συνῆπται μὲν ταύτῃ τῇ ζώνῃ, πυκνότερα δέ ἐστιν λίαν καὶ ὡς ἀπʼ ἄλλης ἀρχῆς ὁρμώμενα· νεύει μὲν γὰρ πρὸς τὰ ἔσχατα μέρη τῆς ἑτέρας ζώνης, διάλειμμα δὲ πρὸς ἐκείνην ποιοῦντα ἐκ μὲν τῆς πρὸς μεσημβρίαν πλευρᾶς συνάπτει τῇ καταλεγομένῃ νῦν ζώνῃ ἀραιᾷ σφόδρα οὔσῃ κατὰ τὴν συναφήν, ἄρχεται δὲ μετὰ τὸ πρὸς τὴν ἑτέραν διάλειμμα τῆς πυκνώσεως ἀπὸ τοῦ λαμπροῦ τοῦ ἐν τῷ ὀρθοπυγίῳ τοῦ Ὄρνιθος καὶ τῆς ἐν τῷ βορείῳ γόνατι νεφελοειδοῦς συστροφῆς, εἶτα ἐπιστρέψαντα ἡρέμα μέχρι τοῦ κατὰ τὸ νότιον γόνυ παρατείνει τὴν πυκνότητα κατʼ ὀλίγον ἀραιουμένην μέχρι τῆς τιάρας τοῦ Κηφέως ἀφορίζεταί τε τὴν πρὸς ἄρκτους πλευρὰν τῷ τε νοτίῳ τῶν ἐν τῇ τιάρᾳ τριῶν καὶ τῷ τοῖς γ ἑπομένῳ, καθʼ ὃν καὶ ἐξοχὰς ποιεῖται β, τὴν μὲν ὡς πρὸς ἄρκτους καὶ πρὸς ἀνατολὰς νεύουσαν, τὴν δὲ ὡς πρὸς μεσημβρίαν καὶ πρὸς ἀνατολάς. μετὰ δὲ ταῦτα περιλαμβάνει τὸ γάλα τὴν Κασσιέπειαν ὅλην χωρὶς τοῦ ἐν ἄκρῳ τῷ ποδί, καὶ ἡ μὲν πρὸς μεσημβρίαν ἁψὶς ἀφορίζεται ὑπὸ τοῦ ἐν τῇ κεφαλῇ τῆς Κασσιεπείας, ἡ δὲ πρὸς ἄρκτους ὑπό τε τοῦ ἐν τῷ ποδὶ τοῦ θρονίου καὶ ὑπὸ τοῦ ἐν τῇ κνήμῃ τῆς Κασσιεπείας, οἱ δὲ λοιποὶ καὶ περὶ ταύτην πάντες ἐν τῷ γάλακτι κεῖνται· καὶ τὰ μὲν πρὸς ταῖς ἁψῖσιν ἀραιοτέρου χύματός ἐστιν, τὰ δὲ κατὰ μέσην τὴν Κασσιέπειαν παραμήκη τὴν πύκνωσιν ἐμφαίνει. ἐφεξῆς δὲ τὰ δεξιὰ μέρη τοῦ Περσέως ἐναπολαμβάνεται τῷ γάλακτι, πάλιν δὲ τὴν μὲν ἀπʼ ἄρκτων πλευρὰν ἀραιοτάτην οὖσαν ἀφορίζει ὁ ἐκτὸς τοῦ δεξιοῦ γόνατος τοῦ Περσέως μοναχός, τὴν δʼ ἀπὸ μεσημβρίας πυκνοτάτην οὖσαν ὅ τε ἐπὶ τοῦ δεξιοῦ πλευροῦ λαμπρὸς καὶ τῶν ἀπὸ μεσημβρίας αὐτοῦ γ οἱ β οἱ ἑπόμενοι, περιέχονται δὲ ἐν αὐτῷ καὶ ἥ τε ἐπὶ τῆς λαβῆς νεφελοειδὴς συστροφὴ καὶ ὁ ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τῷ δεξιῷ ὤμῳ καὶ ὁ ἐπὶ τού δεξιοῦ ἀγκῶνος, τὸ δʼ ἐν τῷ δεξιῷ γόνατι τετράπλευρον καὶ ἔτι ὁ ἐπὶ τῆς αὐτῆς γαστροκνημίας ἐν μέσῳ κεῖται τῷ γάλακτι, ὁ δʼ ἐν τῇ δεξιᾷ πτέρνῃ καὶ αὐτὸς ἐντός ἐστιν μικρῷ τῆς πρὸς μεσημβρίαν πλευρᾶς. μετὰ δὲ ταῦτα διὰ τοῦ Ἡνιόχου φέρεται ἡ ζώνη τὸ χύμα ἠρέμα ἀραιότερον ἐμφαίνουσα, καὶ ὁ μὲν ἐπὶ τοῦ ἀριστεροῦ ὤμου, καλούμενος δὲ Αἴξ, οἵ τε ἐπὶ τοῦ δεξιοῦ πήχεως β μικροῦ δέουσιν ἅπτεσθαι τῆς πρὸς ἀνατολὰς καὶ ἄρκτους ἁψῖδος τοῦ γάλακτος, ὁ δὲ ὑπὲρ τὸν εὐώνυμον πόδα ἐν τῷ περιποδίῳ μικρὸς ἀφορίζει τὴν πρὸς δυσμὰς καὶ μεσημβρίαν πλευράν, ὁ δʼ ὑπὲρ τὸν δεξιὸν πόδα ἡμιμοιρίῳ ἐντός ἐστιν τῆς αὐτῆς πλευρᾶς, οἱ δʼ ἐπὶ τοῦ εὐωνύμου πήχεως β συνεχεῖς, καλούμενοι δὲ Ἔριφοι, ἐν μέσῃ κεῖνται τῇ ζώνῃ. ἐφεξῆς δὲ ἔρχεται τὸ γάλα διὰ τῶν ποδῶν τῶν Διδύμων πυκνότητα ποσὴν καὶ ἐπιμήκη διαφαῖνον τὴν κατʼ αὐτῶν τῶν ἐπʼ ἄκροις τοῖς ποσὶν ἀστέρων. ὁ μὲν οὖν ἑπόμενος τῶν ὑπὸ τὸν δεξιὸν πόδα τοῦ Ἡνιόχου ἐπʼ εὐθείας γ καὶ τῶν ἐν τῷ κολλορόβῳ τοῦ Ὠρίωνος β ὁ ἑπόμενος καὶ τῶν ἐπʼ ἄκρᾳ τῇ χειρὶ αὐτοῦ δ οἱ ἀπʼ ἄρκτων τὴν προηγουμένην ἁψῖδα τοῦ γάλακτος ἀφορίζουσιν, ὁ δʼ ὑπὸ τὴν δεξιὰν χεῖρα τοῦ Ἡνιόχου ἐκφανὴς καὶ ὁ ἐν τῷ ἀκρόποδι τῷ ἑπομένῳ τοῦ ἑπομένου Διδύμου ἐντός εἰσιν ἑνὶ τμήματι ἔγγιστα τῆς ἑπομένης πλευρᾶς, οἱ δʼ ἐν τοῖς λοιποῖς ἀκρόποσιν ἐν μέσῳ κεῖνται τῷ γάλακτι. ἐντεῦθεν παραμείβεται ἡ ζώνη τόν τε Πρόκυνα καὶ τὸν Κύνα, τὸν μὲν Πρόκυνα χωρίζουσα πρὸς ἀνατολὰς ὅλον οὐκ ὀλίγῳ ἐκτὸς τοῦ γάλακτος, τὸν δὲ Κύνα πρὸς δυσμὰς καὶ αὐτὸν σχεδὸν ὅλον ἐκτὸς ὄντα· τὸν μὲν γὰρ ἐπὶ τῷ νώτῳ αὐτοῦ ἐξέχουσά τις ὡσεὶ νεφέλη καταλαμβάνει, τῶν δὲ ἐφεξῆς ἑπομένων αὐτῷ γ ἐν τῷ αὐχένι τοῦ Κυνὸς ὀλίγου δεῖ παράπτεσθαι, ὁ δʼ ὑπὲρ τὴν κεφαλὴν τοῦ Κυνὸς ἐκτὸς καὶ ἀπωτέρω μοναχὸς ἐντός ἐστιν τῆς πρὸς ἀνατολὰς ἁψῖδος δυσὶ καὶ ἡμίσει τμήμασιν ἔγγιστα καί ἐστι τὸ χύμα τοῦτο ἠρέμα ὅλον ἀραιότερον. μετὰ δὲ ταῦτα διὰ τῆς Ἀργοῦς φέρεται τὸ γάλα, καὶ ὁ μὲν βόρειος καὶ ἡγούμενος τῶν ἐν τῇ ἀσπιδίσκῃ τῆς πρύμνης ἀφορίζει τὴν πρὸς δυσμὰς ἁψῖδα τῆς ζώνης, ὁ δʼ ἐν μέσῃ τῇ ἀσπιδίσκῃ καὶ οἱ ὑπʼ αὐτὸν β συνεχεῖς καὶ ὁ ἐν ἀρχῇ τοῦ πρὸς τῲ πηδαλίῳ καταστρώματος λαμπρὸς καὶ τῶν ἐν τῇ τρόπει γ ὁ μέσος μικροῦ δέουσιν ἅπτεσθαι τῆς αὐτῆς πλευρᾶς, ὁ δὲ βόρειος τῶν ἐν τῇ ἱστοδόκῃ γ ἀφορίζει τὴν πρὸς τὰς ἀνατολὰς ἁψῖδα, καὶ ὁ μὲν ἐν τῷ ἀκροστολίῳ λαμπρὸς ἐντός ἐστι τῆς αὐτῆς πλευρᾶς ἐνὶ τμήματι, ὁ δὲ ὑπὸ τὴν ἐν τῷ καταστρώματι ἑπομένην ἀσπιδίσκην λαμπρὸς ἐκτός ἐστιν τῆς αὐτῆς πλευρᾶς τῷ αὐτῷ ἑνὶ τμήματι, ὁ δὲ νότιος τῶν ἐν μέσῳ τῷ ἱστῷ β ἐκφανῶν παράπτεται τῆς αὐτῆς πλευρᾶς, οἱ δὲ ἐν τῇ αὐτῇ ἀποτομῇ τῆς τρόπεως β λαμπροὶ ἐντός εἰσι τῆς προηγουμένης ἁψῖδος δυσὶ τμήμασιν ἔγγιστα. ἐντεῦθεν δὲ ἤδη συνάπτει τὸ γάλα τῇ διὰ τῶν ποδῶν τοῦ Κενταύρου ζώνῃ· καί ἐστιν μὲν καὶ τοῦτο τὸ διὰ τῆς Ἀργοῦς χύμα ἠρέμα λεπτόν, πεπύκνωται δὲ αὐτοῦ μᾶλλον τὰ περὶ τὴν ἀσπιδίσκην καὶ τὰ περὶ τὴν ἱστοδόκην καὶ τὰ περὶ τὴν ἀποτομὴν τῆς τρόπεως. ἡ δὲ προειρημένη ζώνη διάλειμμα, ὡς ἔφαμεν, ποιήσασα πρὸς τὴν κατειλεγμένην κατὰ τὸ Θυμιατήριον κἀκεῖθεν τὴν ἀρχὴν ποιησαμένη τοὺς μὲν ἀπὸ τοῦ σώματος τοῦ Σκορπίου γ σφονδύλους ἐναπολαμβάνει, τὸν δὲ ἑπόμενον τῶν ἐν τῴ σώματι γ ἐκτὸς ἔχει τῆς πρὸς δυσμὰς ἁψῖδος ἑνὶ τμήματι, ὁ δὲ ἐν τῷ δʼ σφονδύλῳ ἐν καθαρῷ ἀέρι τῷ μεταξὺ τῶν δύο ζωνῶν κεῖται τὸ ἴσον ἔγγιστα ἑκατέρας ἀπέχων καὶ μικρῷ πλεῖον ἑνὸς τμήματος. μετὰ ταῦτα δὲ ἡ προηγουμένη ζώνη παρεπιστρέφει πρὸς ἀνατολὰς κύκλου τμήματι ὁμοίως καὶ τὴν μὲν προηγουμένην πλευρὰν τοῦ γάλακτος ἀφορίζεται τῷ ἐπὶ τοῦ δεξιοῦ γόνατος τοῦ Ὀφιούχου, τὴν δʼ ἑπομένην τῷ ἐπὶ τοῦ αὐτοῦ ἀντικνημίου, ὁ δὲ προηγούμενος τῶν ἐν ἄκρῳ τῷ αὐτῷ ποδὶ παράπτεται τῆς αὐτῆς πλευορᾶς. πάλιν δὲ ἐφεξῆς τὴν μὲν πρὸς δυσμὰς ἁψῖδα ὁ ὑπὸ τὸν δεξιὸν ἀγκῶνα τοῦ Ὀφιούχου ἀφορίζει, τὴν δὲ πρὸς ἀνατολὰς τῶν ἐν ἄκρᾳ τῇ αὐτῇ χειρὶ δύο ὁ ἡγούμενος. ἐντεῦθεν δὲ καὶ διάλειμμα καθαροῦ ἀέρος ἱκανὸν γίγνεται, καθʼ ὃ κεῖνται οἱ ἐπὶ τῆς οὐρᾶς τοῦ Ὄφεως β μετὰ τὸν ἐν ἄκρᾳ. τὸ δὲ κατειλεγμένον μέρος ὅλον ταύτης τῆς ζώνης λεπτοῦ παντελῶς καὶ σχεδὸν ἀερώδους ἐστὶν χύματος χωρὶρ τοῦ τοὺς γ σφοναδύλους ἐναπολαμβάνοντος· τοῦτο γὰρ ἠρέμα ὑποπεπύκνωται. μετὰ δὲ τὸ διάλειμμα πάλιν ἄλλην ἀρχὴν λαμβάνει τὸ γάλα ἀπὸ τῶν ἑπομένων τῷ δεξιῷ ὤμῳ τοῦ Ὀφιούχου δ, καὶ τὴν μὲν πρὸς ἀνατολὰς ἁψῖδα τῆς ζώνης ταύτης ἀφορίζει παραπτόμενος ἀστὴρ ἐκφανὴς ὁ παρὰ τὴν οὐρὰν τοῦ Ἀετοῦ μοναχός, τὴν δʼ ἐναντίαν ὁ τῶν προειρημένων δ ἀπωτέρω καὶ ἀπ᾿ ἄρκτων. ἐντεῦθεν δὲ ἡ ξώνη αὕτη πρὸς τῷ ἀραιὰ εἶναι καὶ εἰς στενότητα συνάγεταί πατὰ τὰ προηγοὔμενα μέρη τοῦ ἐν τῷ ῥάμφει τοῦ Ὄρνιθος, ὥστε διαλείμματος ἔμφασιν παρέχει τὸ μέντοι λοιπὸν αὐτης το απο τοῦ ἐν τῷ ῥάμφει μέχρι τοῦ ἐν τῷ στήθει τοῦ Ὄρνιθος πλατύτερον τέ ἐστιν καὶ πυκνότερον ἱκανῶς; καὶ ὁ ἐν τῷ τραχήλῳ τοῦ Ὄρνιθος ἐν μέσῳ κειται τῷ πυκνώματι, παραποκλίνει δέ τι μέρος ἅαραιὸν πρὸς ἄρκτους καὶ τῶν ἐε τῷ στήθει μέχρί τοῦ ἐν τῷ ὤμῳ τῆς δεξίᾶς πτέρυγον καὶ τῶν ἐν ἄκρῳ τῷ δεξί ποσὶ β συνεχῶν, ὅθεν, ὡς προείπομεν, καθαρὸν διάλειμμα γόμεται πρὸς τὴν ἑτέραν ξώνην τὸ ἀπο τῶν εἰρημένων τοῦ Ὄρνιθος ἀστέρων μέχρι τοῦ λαμπροῦ τοῦ κατὰ τὸ ὀρθοπύγιον.