Ancient Greek · ~80 min
Ζ.
Claudius Ptolemaeus, Μαθηματικὴ Σύνταξις 3.1
Not analysed yet
γʹ. Ὅτι καὶ περὶ τος τοῦ διὰ μέσων πόλους ἡ τῆς τῶν ἀπλανῶν σφαίρας εἰς τὰ ἑπόμενα κίνησις ἀποτελεῖται. Τὸ μὲν οὖν καὶ τὴν τῶν ἀπλανῶν σφαῖραν εἰς τὰ ἐπόμεα τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου τὴν τοσαύτην ἔγγιστα ποιεῖσθαι μετάβασιν διἀ τούτων ἡμῖν γέγονεν εὐκατανόητον. ἑξῆς δʼ ὄντος ἐπιζητῆσαι τὸν τρόπον τῆς τοιαύτης κινήσεως, τουτέστιν πότερόν ποτε περὶ τούς τοῦ ἰσημερινοῦ πόλους ἢ περὶ τοὺς τοῦ λοξοῦ καὶ διὰ μέσων τῶν ζῳδίων ἀποτελεῖται, ἐγίνετο μὲν ἂν τὸ τοιοῦτο δῆλον καὶ ἐξ αὐτῆς τῆς κατὰ μῆκος παραχωορήσεως, ἐπειδήπερ οἱ διὰ τῶν πόλων τοῦ ἑτέρου τῶν εἰρημένων γραφόμενοι μέγιστοι κύκλοι ἀνίσους ἀπολαμβάνουσιν ἐφʼ ἑκατέρου περιφερείας, εἰ μὴ παντάπασιν ἔν γε τῷ τοσούτφ χρόνῳ βραχείας γεγενημένης τῆς κατὰ μῆκος παραχωρήσεως ἀνεπαίσθητος ἔτι ἐτύγχανεν ἡ διὰ τὴν προειρημένην αἰτίαν διαφορά. μάλιστα δʼ ἂν τὸ τοιοῦτον εὐκατανόητον γένοιτο διὰ τῆς κατὰ πλάτος αὐτῶν παρόδου πάλαι τε καὶ νῦν· πρὸς ὁπότερον γὰρ ἄν τῶν κύκλων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διὰ μέσων τῶν ζῳδίων τὴν κατὰ τὸ πλάτος διάστασιν συντηροῦντες αἰεὶ φαίνωνται, περὶ τοὺς τούτου πόλους δῆλον τι καὶ ἡ τῆς σφαίρας αὐτῶν κίνησις ἀποτελεσθήσεται. συγκατατίθεται μὲν οὖν καὶ ὁ ππαρχος τῇ περὶ τοὺς τοῦ λοξοῦ πόλους γινομένῃ· συνάγει γὰρ ἐντῷ Περὶ τῆς μεταπτώσεως τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων πάλιν αὐτὸν τὸν Στάχυν ἔκ τε τῶν ὑπὸ Τμοχάριδος καὶ ἐκ τῶν ὑπ’ αὐτοῦ τετηρημένων οὐχὶ πρὸς τὸν ἰσημερινόν, ἀλλὰ πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων τὴν πηλικότητα τῆς κατὰ πλάτος ἀποστάσεως τετηρηκότα καὶ δυσὶ μοίραις νοτιώτερον ὄντα τοῦ διὰ μέσων τῶν ζῳδίων καὶ πρότερον καὶ ὕστερον, καὶ διὰ τοῦτο ἐν τῷ Περὶ τοῦ ἐνιαυσίου μεγέθους μόνην μὲν ὑποτίθεται τὴν περὶ τούς τοῦ διὰ μέσων τῶν ζῳδίων πόλους γινομένην κίνησιν, διστάζει δʼ ὅμως ἔτι, καθάπερ καὶ αὐτός φησιν, διὰ τὸ μήτε τὰς τηρήσεις τῶν περὶ τὸν ΤΠμόχαριν ἀξιοπίστους εἶναι πάνυ ὁλοσχερῶς εἰλημμένας μήτε τὴν ἐν τῷ μεταξὑ χρόνῳ διαφορὰν ἱκανὴν ἤδη γεγονέναι πρὸς βεβαίαν κατάληψιν. ἡμεῖς μέντοι καὶ κατὰ τὸν ἔτι πλείω χρόνον τετηρημένον εὑρίσκοντες τὸ τοιοῦτο καὶ κατὰ πάντων σχεδὸν τῶν ἀπλανῶν βεβαιοτέραν εἰκότως ἄν ἤδη νομίζοιμεν τὴν περὶ τοὺς τοῦ λοξοῦ πόλους γινομένην αὐτῶν κίνησιν· τὰς μὲν γὰρ πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων ἑκάστου κατὰ πλάτος ἀποστάσεις τηροῦντες ὡς ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένουμεγίστου κύκλου σχεδὸντὰς αὐτὰς εὑρίσκομεν περιεχομένας ταῖς κατὰ τὸν Ἵππαρχον ἀναγεγραμμέναις καὶ συναγομέναις ἢ τὸ ἐλάχιστόν γε καὶ ὅσον ἂν παρʼ αὐτὰς τὰς τηρήσεις ἐνδέχοιτο παρορᾶσθαι διαφωνούσας, ἐπὶ δὲ τῶν πρὸς τὸν ἰσημερινὸν ὡς ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου μεγίστου κύκλου τηρουμένων διαστάσεων οὔτε τὰς ὑφʼ ἡμῶν καταλαμβανομένας συμφώνους ταῖς ὑπὸ τοῦ ππάρχου κατὰ τὸν αὐτὸν τρόπον ἀναγεγραμμέναις οὔτε ταύτας ταῖς ἔτι πρότερον ὑπὸ τῶν περὶ τὸν Τμόχαριν, ἀλλὰ καὶ ἐξ αὐτῶν τούτων συνισταμένην ἔτι μᾶλλον τὴν πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον αὐτῶν τοῦ πλάτους ταυτότητα, βορειοτέρων μὲν εὑρισκομένων αἰεὶ τῆς παλαιοτέρας πρὸς τὸν ἰσημερινὸν διαστάσεως τῶν ἐν τῷ ἀπὸ χειμερινῆς τροπῆς ὡς ἐπὶ τὸ ἐαρινὸν σημεῖον μέχρι θερινῆς τροπῆς ἡμισφαιρίῳ, νοτιωτέρων δὲ τῶν ἐν τῷ ἐναντίῳ, καὶ τῶν μὲν τοῖς ἰσημερινοῖς σημείοις ἐγγιζόντων ἐν ταῖς μείζοσι διαφοραῖς, τῶν δὲ τοῖς τροπικοῖς ἐν ἐλάττοσι, καὶ σχεδὸν ἡλίκαις ἐπὶ τῆς ἀναλόγου κατὰ μῆκος παραχωρήσεως τὰ ἑπόμενα τμήματα τοῦ διὰ μέσων βσρειότερα ἢ νοτιώτερα γίνεται τοῦ ἰσημερινοῦ. ἵνα δὲ καὶ ἐπʼ ὀλίγων τῶν εὐκατανοήτων μᾶλλον παραστήσωμεν τὸ λεγόμενον, ἐκθησόμεθα καθʼ ἑκάτερον τῶν εἰρημένων ἡμισφαιρίων τὰς ἀναγεγραμμένας αὐτῶν τοῦ ἰσημερινοῦ κατὰ πλάτος ἀποστάσεις ὡς ἐπὶ τοῦ διἀ τῶν πόλωον αὐτοῦ γραφομένου μεγίστου κύκλου κατά τε τοὺς περὶ τὸν μόχαριν καὶ κατὰ τὸν Ἵππαρχον καὶ ἔτι τὰς ὑφʼ ἡμῶν τὸν αὐτὸν τρόπον κατειλημμένας. τὸν μὲν τοίνυν ἐν τῷ Ἀετῷ λαμπρὸν Τμόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ε καὶ τέσσαρσι πεμπτημορίοις, καὶ Ἵππαρχος δὲ ταῖς αὐταῖς, ἡμεῖς δὲ εὑρίσκομεν μοίραις ε καὶ U+2220ʹ· τὸ δὲ μέσον τῆς Πλειάδος ΤΠμόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ιδ U+2220΄, Ἰππαρχος δὲ μοίραις ῖε ϛʹ, ἡμεῖς δὲ εὑρίσκομεν ιϚ δʹ τὸν δὲ λαμπρὸν τῶν Ὑάδων Τμόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις η U+2220ʹ δʹ, ππαρχος δὲ θ U+2220ʹ δʹ, ἡμεῖς δὲ εὑρίσκομεν μοίραις ια· τὸν δʼ ἐν τῷ Ἡνιόχῳ λαμπρότατον, καλούμενον δὲ Αἷγα, Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις μ, ππαρχος δὲ μοίραις μ καὶ δυσὶ πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν ἐίᾶ ς· τὸν δʼ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ ρίωνος μόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίρᾳ α καὶ πέμπτῳ, ππαρχος δὲ μοίρᾳ ἄ καὶ τέσσαρσι πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν β U+2220΄· τὸν δʼ ἐν τῷ ἑπομένῳ ὥμῳ τοῦ Σρίωνος μόχαρίς μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις γ U+2220ʹ γʹ, Ἵππαρχος δὲ δ γʹ, ἡμεῖς δὲ εὑρίσκομεν ὲ δʹ τὸν δʼ ἐν τῷ στόματι τοῦ Κυνὸς λαμιπρὸν ΤΠμόχαρις μὲν ἀναγράφει νοτιώτερον τοῦ ἰσημερινοῦ μοίραις ις γʹ, Ἵππαρχος δὲ ιϛ, ἡμεῖς δὲ εὑρίσκομεν ιε U+2220 ʹδʼ τῶν δʼ ἐν ταῖς κεφαλαῖς τῶν Διδύμων λαμπρῶν τὸν ἡγούμενον Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις λγ, Ἵππαρχος δὲ μοίραις λγ ϛʹ, ἡμεῖς δὲ εὑρίσκομεν λγ καὶ δυσὶ πέμπτοις· τὸν δὲ ἑπόμενον αὐτῶν Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις λ, ππαρχος δὲ ταῖς αὐταῖς, ἡμεῖς δὲ εὑρίσκομεν λ καὶ ϛ΄. τούτων δὴ πάντων ἐπὶ τῆς κατὰ μῆκος θέσεως ἐν τῷ τὴν ἐαρινὴν ἰσημερίαν περιέχοντι τῶν εἰρημένων ἡμισφαιρίων ἀπολαμβανομένων αἰ ὕστεραι κατὰ πλάτος πρὸς τὸν ἰσημερινὸν σχέσεις βορειότεραι πᾶσαι τῶν ῶροχρονουσῶν γεγόνασιν αἰ μὲν τῶν πρὸς αὐτοῖς τοῖς τροπικοῖς τμήμασιν βραχεῖ παντελῶς, αἱ δὲ τῶν πρὸς τοῖς ἰσημερινοῖς ἱκανῶς ἀξιολόγῳ, ὅπερ καὶ ἀκόλουθόν ἐστι τῇ περὶ τοὺς τοῦ λοἔοῦ πόλους εἰς τὰ ἑπόμενα μεταβάσει διὰ τὸ καὶ τὰ ἑπόμενα τοῦ ἡμικυκλίου τούτου τμήματα βορειότερα τῶν προηγουμένων αἰεὶ γίνεσθαι καὶ τὰ μὲν πρὸς τοῖς ἰσημερινοῖς σημείοις πάλιν ἐν μείζοσι διαφοραῖς, τὰ δὲ πρὸς τοῖς τροπικοῖς ἐν βραχυτέραις. καὶ κατὰ τὸ ἐναντίον δὲ ἡμισφαίριον τὸν μὲν ἐπὶ τῆς καρδίας τοῦ Λέοντος Τιμόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις κᾶ γʹ, Ἵππαρχος δὲ ??,ἡμεῖς δὲ εὑρίσκομεν ιθ U+2220ʹ γʹ· τὸν δὲ καλούμενον Χτάχυν Τμόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίρφ α καὶ δυσὶ πέμπτοις, Ἵππαρχος δὲ τρισὶ μόνοις πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν νοτιώτερον αὐτὸν ὄντα τοῦ ἰσημερινοῦ ἡμίσει μιᾶς μοίρας· τῶν δὲ ἐν τῇ οὐρᾷ τῆς μεγάλης Ἄρκτου τριῶν τὸν ἐπʼ ἄκρας αὐτῆς Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ξα U+2220΄, ππαρχος δὲ ξ U+2220 δ΄, ἡμεῖς δὲ εὑρίσκομεν νθ ??,τὸν δὲ δεύτερον ἀπὸ τοῦ ἄκρου καὶ ἐν μέσῃ τῇ οὐρᾷ ὁ μὲν Ἀρίστυλλος ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ξζ δʹ, ὁ δὲ Ἵππαρχος ξς U+2220΄, ἡμεῖς δὲ εὑρίσκομεν ξε, τὸν δὲ τρίτον ἀπὸ τοῦ ἄκρου καὶ ὡς ἐπὶ τῆς ἐκφύσεως τῆς οὐρᾶς Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ξῆ U+2220΄, ππαρχος δὲ μοίραις ξζ καὶ γ εʹ, ἡμεῖς δὲ εὑρίσκομεν ξς δʹ τὸν δὲ Ἀρκτοῦρον μόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις λα U+2220΄, ππαρχος δὲ λα, ἡμεῖς δὲ εὑρίσκομεν κθ U+2220ʹ γ· τῶν δὲ ἐν ταῖς χηλαῖς τοῦ Σκορπίου λαμπρῶν τὸν ἐν ἄκρᾳ τῇ νοτίῳ Τιμόχαρις μὲν ἀναγράφει νοτιώτερον τοῦ ἰσημερινοῦ μοίραις ε, Ἵππαρχος δὲ ε καὶ τρισὶ πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν ζ ςʹ, τὸν δὲ ἐν ἄκρᾳ τῇ βορείῳ χηλῇ μόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίρᾳ ᾱ καὶ πέμπτῳ, Ἵππαρχος δὲ δυσὶ μόνοις πέμπτοις μιᾶς μοίρας, ἡμεῖς δὲ εὐρισκομεν αὐτὸν νοτιώτερον τοῦ ἰσημερινοῦ μοίρᾳ ᾱ· τὸν δʼ ἐν τῷ στήθει τοῦ Σκορπίου λαμπρόν, καλούμενον δὲ Ἀντάρην, Τμόχαρις μὲν ἀναγράφει νοτιώτερον τοῦ ἰσημερινοῦ μοίραις ιη γʹ, ππαρχος δὲ ιθ, ἡμεῖς δὲ εὑρίσκομεν κ δʼ. καὶ τούτων δὴ πάντων κατὰ τὴν ἀντικειμένην ἀκολουθίαν αἰ ὕστεραι πρὸς τὸν ἰσημερινὸν κατὰ πλάτος πάροδοι νοτιώτεραι τῷ ἀναλόγῳ γεγόνασι τῶν ρροχρονουσῶν. συναχθείη δʼ ἂν καὶ διὰ τούτων, ὅτι καὶ ἡ κατὰ μῆκος τῆς τῶν ἀπλανῶν σφαίρας εἰς τὰ ἑπόμενα παραχώρησις μιᾶς μὲν γίνεται μοίρας, ὡς προείπτομεν ,ἐν τοῖς ρ ἔτεσιν ἔγγιστα, δύο δὲ καὶ ??μοιρῶν ἐν τοῖς μεταξὑ σξε ἔτεσι τῆς τε ππάρχου καὶ τῆς ἡμῶν τηρήσεως, καὶ μάλιστα διὰ τῆς τῶν πρὸς τοῖς ἰσημερινοῖς σημείοις εὑρημένης πλατικῆς διαφορᾶς. τὸ μὲν γὰρ τῆς Πλειάδος μέσον κατὰ μὲν τὸν Ιππαρχον βορειότερον εὑρημένον τοῦ ἰσημερινοῦ μοίραις ἰ καὶ ϛʹ, κατὰ δὲ ἡμᾶς ιῆ καὶ δʹ, μιᾷ μοίρφ καὶ ιβʹ γέγονε βορειότερον ἐν τῷ μεταξὑ ἡμῶν χρόνφ, ὅσῳ σχεδὸν ἐν τῷ πρὸς τὸν ἰσημερινὸν πλάτει διαφέρουσιν αἱ δύο ??μοῖραι τοῦ διὰ μέσων αί περὶ τὰ τελευταῖα τοῦ Κριοῦ τῆς ἐν τῷ αὐτῷ χρόνῳ κατὰ μῆκος εἰς τὰ ἑπόμενα παραχωρήσεως· ὁ δὲ καλούμενος Αἴξ κατὰ μὲν τὸν ππαρχον βορειότερος εὑρημένος τοῦ ἰσημερινοῦ μοίραις μ καὶ δύο πέμπτοις, κατὰ δὲ ἡμᾶς μα ϛʹ, βορειότερος γέγονε μιᾶς μοίρας τέσσαρσι πέμπτοις, ὅσῳ πάλιν πρὸς τὸν ἰσημερινὸν κατὰ πλάτος διαφέρουσιν αἰ περὶ τὰ μέσα τοῦ Ταύρου β ??μοῖραι τοῦ διὰ μέσων· ὁ δʼ ἐπὶ τοῦ ἡγουμένου ῶμου τοῦ Σρίωνος κατὰ μὲν τὸν Ἵππαρχον εὑρημένος βορειότερος τοῦ ἰσημερινοῦ μοίρᾳ ἀ καὶ δ πέμπτοις, καθʼ ἡμᾶς δὲ δυσὶ μοίραις καὶ U+2220΄, βορειότερος γέγονε δυσὶ μέρεσι μιᾶς μοίρας ἔγγιστα, ὅσῳ σχεδὸν κατὰ τὸ πρὸς τὸν ἰσημερινὸν πλάτος διαφέρουσιν αἱ μετὰ τὰ δύο μέρη τοῦ Ταύρου β ??μοῖραι τοῦ διὰ μέσων. ὡσαύτως δὲ καὶ κατὰ τὸ ἀντικείμενον ἡμισφαίριον ὁ μὲν Στάχυς κατὰ μὲν τὸν Ἵππαρχον εὑρημένος βορειότερος τοῦ ἰσημερινοῦ μιᾶς μοίρας τρισὶ πέμπτοις, καθʼ ἡμᾶς δὲ νοτιώτερος ἡμίσει μιᾶς μοίρας, νοτιώτερος γέγονε μιᾷ μοίρᾳ καὶ ιʹ, ὅσῳ πάλιν κατὰ τὸ πρὸς τὸν ἴσημερινὸν πλάτος διαφέρουσιν αἱ περὶ τὰ τελευταῖα τῆς Παρθένου β ??μοῖραι τοῦ διὰ μέσων· ὁ δʼ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς μεγάλης Ἄρκτου κατὰ μὲν τὸν Ἵππαρχον εὑρημένος βορειότερος τοῦ ἰσημερινοῦ μοίραις ξ καὶ U+2220ʹκαὶ δʹ, καθʼ ἡμᾶς δὲ μοίραις νθ καὶ ??,νοτιώτερος γέγονε μιᾷ μοίρᾳ καὶ ιβʹ, ὅσῳ κατὰ τὸ πρὸς τὸν ἰσημερινὸν πλάτος διαφέρουσιν αἱ περὶ τὰ πρῶτα μέρη τοῦ τῶν Χηλῶν δωδεκατημορίου β ??μοῖραι τοῦ διὰ μέσων· ὁ δὲ Ἀρκτοῦρος κατὰ μὲν τὸν ππαρχον εὑρημένος βορειότερος τοῦ ἰσημερινοῦ μοίραις λα, καθʼ ἡμᾶς δὲ μοίραις κθ καὶ U+2220ʹγ, νοτιώτερος γέγονε μιὰ μοίρᾳ καὶ ςʹ, ὅσῳ διαφέρουσιν ἔγγιστα κατὰ τὸ πρὸς τὸν ἰσημερινὸν πλάτος ὡσαύτως αἱ περὶ τὰ πρῶτα μέρη τῶν Χηλῶν β ??μοῖραι τοῦ διὰ μέσων. γένοιτο δʼ ἂν ἡμῖν ἔτι καταφανέστερον τὸ προκείμενον καὶ ἐκ τῶν τοιούτων τηρήσεων. Τμόχαρις μὲν γὰρ ἀναγράφει τηρήσας ἐν Ἀλεξανδρείᾳ ταῦτα, διότι τῷ μζʹ ἔτει τῆς πρώτης κατὰ Κάλιππον ἐξκαιεβδομηκονταετηρίδος τῇ ηʹ τοῦ Ἀνθεστηριῶνος, κατʼ Αἰγυπτίους τῇ κθʹ τοῦ Ἀθύρ, ὥρας γʹ ληγούσης τὸ νότιον μέρος ἥμισυ τῆς σελήνης ἐπιβεβηκὸς ἐφαίνετο ἐπὶ τὸ ἑπόμενον ἤτοι γʹ ἢ . ʹμέρος τῆς Πλειάδος ἀκριβῶς. καί ἐστιν ὁ χρόνος κατὰ τὸ υξεʹ ἔτος ἀπὸ Ναβονασσάρου κατʼ Αἰγυπτίους Ἀθύρ κθʹ εἰς τὴν λʹ πρὸ τριῶν ὡρῶν τοῦ μεσονυκτίου καιρικῶν, ἰσημερινῶν δὲ γ καὶ γʹ διὰ τὸ τὸν ῆλιον περὶ τὰς ζ μοίρας εἶναι τοῦ δροχόου, καὶ πρὸς τὰ ὁμαλὰ νυχθήμερα σχεδὸν πρὸ τοσούτων πάλιν ὡρῶν τοῦ μεσονυκτίου συνάγεται ὁ χρόνος. κατὰ ταύτην δὲ τὴν ῶραν ἀκριβῶς μὲν ἐπεῖχεν ἡ σελήνη κατὰ τὰς προαποδεδειγμένας ἡμῖν ὑποθέσεις Ταύρου μοίρας ο κ, τουτέστιν ἀπεῖχεν τῆς ἐαρινῆς ἰσημερίας μοίρας λ κ, καὶ βορειοτέρα τοῦ διὰ μέσων ἦν μοίραις γ με, ἐφαίνετο δʼ ἐν Ἀλεξανδρείᾳ κατὰ μῆκος μὲν ἐπέχουσα Κριοῦ μοίρας κθ κ, βορειοτέρα δὲ τοῦ διὰ μέσων μοίραις γ λε, ἐπειδήπερ ἐμεσουράνει τὰ β μέρη τῶν Διδύμων· τὸ ἄρα ἑπόμενον πέρας τῆς Πλειάδος ἀπεῖχε τότε τῆς ἐαρινῆς ἰσημερίας εἰς τὰ ἑπόμενα μοίρας κθ U+2220ʹἔγγιστα, ἐπειδὴ ἔτι αὐτοῦ προηγεῖτο τὸ κέντρον τῆς σελήνης, καὶ βορειότερον δὲ ἦν τοῦ διὰ μέσων μοίραις γ ??ἔγγιστα· μικρῷ γὰρ πάλιν βορειότερον ἦν τοῦ κέντρου τῆς σελήνης. Ἀγρίππας δʼ ἐν Βιθυνίᾳ τηρήσας ἀναγράφει, ὅτι τῷ ιβ΄ ἔτει Δομετιανοῦ κατʼ αὐτούς Μητρῴου ζ΄ νυκτὸς ὥρας γ΄ ἀρχούσης ἡ σελήνη ἐπεκάλυψε τῷ νοτίῳ κέρατι τὸ ἑπόμενον καὶ νότιον μέρος τῆς Πλειάδος. καί ἐστιν ὁ χρόνος κατὰ τὸ ωμ΄ ἔτος ἀπὸ Ναβονασάρου κατʼ Αἰγυπτίους Τυβὶ β΄ εἰς τὴν γ΄ πρὸ τεσσάρων μὲν ὡρῶν καιρικῶν τοῦ μεσονυκτίου, πρὸ ε δὲ ἰσημερινῶν διὰ τὸ τὸν ἥλιον περὶ τὰς ϛ μοίρας εἶναι τοῦ Τοξότου· πρὸς τὸν διʼ Ἀλεξανδρείας ἄρα μεσημβρινὸν γέγονεν ἡ τήρησις πρὸ ε καὶ γ΄ ὡρῶν ἰσημερινῶν τοῦ μεσονυκτίου, πρὸς δὲ τὰ ὁμαλὰ νυχθήμερα πρὸ ε U+2220΄ δ΄, καθʼ ὃν χρόνον τὸ κέντρον τῆς σελήνης ἀκριβῶς μὲν ἐπεῖχε Ταόρου μοίρας γ ζ καὶ βορειότερον ἦν τοῦ διὰ μέσων μοίραις δ U+2220΄γ΄, ἐφαίνετο δὲ ἐν Βιθυνίᾳ κατὰ μῆκος μὲν ἐπέχον Ταύρου μοίρας γ ιε, βορειότερον δὲ τοῦ διὰ μέσων μοίραις δ διὰ τὸ μεσουρανεῖν τὰ β μέρη τῶν Ἰχθύων· τὸ ἄρα ἑπόμενον μέρος τῆς Πλειάδος τότε κατὰ μῆκος μὲν ἀπεῖχε τῆς ἐαρινῆς ἰσημερίας εἰς τὰ ἑπόμενα μοίρας λγ δ΄, βορειότερον δʼ ἦν τοῦ διὰ μέσων μοίραις γ ??. ὥστε φανερόν, ὅτι τὸ ἑπόμενον μέρος τῆς Πλειάδος κατὰ μὲν τὸ πλάτος βορειότερον ἦν τοῦ διὰ μέσων καὶ τότε καὶ νῦν ταῖς αὐταῖς μοίραις γ καὶ ??κατὰ τὸν διὰ τῶν πόλων αὐτοῦ γραφόμενον μέγιστον κύκλον, κατὰ δὲ τὸ μῆκος εἰς τὰ ἑπόμενα κεκίνηται τῆς ἐαρινῆς ἰσημερίας μοίρας γ με διὰ τὸ κατὰ μὲν τὴν προτέραν τήρησιν ἀπέχειν αὐτῆς μοίρας κθ U+2220΄, κατὰ δὲ τὴν δευτέραν μοίρας λγ δʹ, τοῦ μεταξὺ τῶν δύο τηρήσεων χρόνου περιέχοντος ἔτη τὸὲ. καὶ ἐν τοῖς ρ ἄρα ἔτεσιν μίαν μοῖραν εἰς τὰ ἑπόμενα κεκίνηται τὸ ἑπόμενον τῆς Πλειάδος. πάλιν Τμόχαρις μὲν ἀναγράφει τηρήσας ἐν Ἀλεξανδρείᾳ, διότι τῷ λςʹ ἔτει τῆς πρώτης κατὰ Κάλιππον περιόδου τοῦ μὲν ἄλαφηβολιῶνος τῇ ιε, τοῦ δὲ Τυβὶ τῇ εʹ, ὥρας γʹ ἀρχομένης ἡ σελήνη μέσῃ τῇ πρὸς ἰσημερινὴν ἀνατολὴν ἀψῖδι τὸν Στάχυν κατέλαβεν, καὶ διῆλθεν ὁ Στάχυς ἀφαιρῶν αὐτῆς τῆς διαμέτρου πρὸς ἄρκτους τὸ τρίτον μέρος ἀκριβῶς. καί ἐστιν ὁ χρόνος κατὰ τὸ υνδʹ ἔτος ἀπὸ ἔαβονασσάρου κατʼ Αἰγυπτίους Τυβὶ εʹ εἰς τὴν ςʹ πρὸ δ ὡρῶν καιρικῶν τε καὶ ἰσημερινῶν ἔγγιστα τοῦ μεσονυκτίου διὰ τὸ τὸν ῆλιον περὶ τὰς ιε μοίρας εἶναι τῶν Ἰχθύων· πρὸ τοσούτων δὲ σχεδὸν ὡρῶν συνάγει καὶ ἡ πρὸς τὰ ὁμαλὰ νυχθήμερα διάκρισις. κατʼ ἐκείνην δὲ τὴν ὥραν ἀκριβῶς μὲν πάλιν ἐπεῖχε τὸ κέντρον τῆς σελήνης κατὰ μῆκος Παρθένου μοίρας κά κα, τουτέστιν ἀπεῖχεν τῆς θερινῆς τροπῆς εἰς τὰ ἑπόμενα μοίρας κα κα, καὶ νοτιώτερον ἦν τοῦ διὰ μέσων μοίρᾳ α καὶ U+2220ʹκαὶ γʹ, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἀπέχον τοῦ θερινοῦ τροπικοῦ μοίρας πβ ιβ, νοτιώτερον δὲ τοῦ διὰ μέσων μοίραις β ἔγγιστα· ἐμεσουράνει γὰρ τὰ μέσα τοῦ Καρκίνου. καὶ ὁ Στάχυς ἄρα διὰ τὰ προειρημένα κατὰ μῆκος μὲν ἀπεῖχεν τότε τῆς θερινῆς τροπῆς μοί πβ γʹ, νοτιώτερος δʼ ἦν τοῦ διὰ μέσων δυσὶ μάλιστα μοίραις. καὶ ἐν τῷ μηʹ δὲ ἔτει τῆς αὐτῆς περιόδου φησὶν ὁμοίως, ὅτι τοῦ μὲν Πυανεψιῶνος τῇ ςʹ φθίνοντος, τοῦ δὲ Θὼθ τῇ ζ, τῆς ιʹ ὥρας ὅσον ἡμιωρίου πρόελθόντος ἐκ τοῦ ὁρίζοντος ἀνατεταλκυίας τῆς σελήνης ὁ τάχυς ἐφαίνετο ἁπτόμενος αὐτοῦ τοῦ βορείου ἀκριβῶς. καί ἐστιν ὁ χρόνος κατὰ τὸ υξςʹ ἔτος ἀπὸ ἔαβονασσάρου κατʼ Αἰγυπτίους Θὼθ ζʹ εἰς τὴν η΄, ὡς μὲν αὐτός φησιν, μετὰ γ U+2220ʹὥρας καιρικὰς τοῦ μεσονυκτίου, ἰσημερινὰς δὲ γ ηʹ ἔγγιστα διὰ τὸ τὸν ῆλιον περὶ τὰ μέσα εἶναι τοῦ Σκορπίου, ὡς δʼ ἀκόλουθόν ἐστιν, μετὰ β U+2220· μετὰ τοσαύτας γὰρ ὥρας ἰσημερινὰς τοῦ μεσονυκτίου μεσουρανοῦσι μὲν αἱ τῶν Διδύμων κβ U+2220ʹμοῖραι, ἀνατέλλουσι δὲ αἱ ἴσαι σχεδὸν τῆς Παρθένου, ὅσας ἐπέχουσα καὶ ἡ σελήνη τότε, ὥς φησιν, ἀνέτελλε· καὶ πρὸς τὰ ὁμαλὰ δὲ νυχθήμερα δύο μόνας ὥρας ἴσημερινὰς ἐπιλαμβανομένας εὑρίσκομεν τῷ μεσονυκτίῳ· καθʼ ὄν χρόνον ἀκριβῶς μὲν πάλιν ἀπεῖχε τὸ κέντρον τῆς σελήνης τῆς θερινῆς τροπῆς μοίρας πα λ καὶ νοτιώτερον ἥν τοῦ διὰ μέσων μοίραις β ςʹ, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἀπέχον μοίρας πῆ U+2220΄, νοτιώτερον δὲ μοίρας β δ΄. καὶ ὁ Στάχυς ἄρα καὶ διὰ ταύτης τῆς τηρήσεως νοτιώτερος μὲν πάλιν ἦν τοῦ διὰ μέσων ταῖς αὐταῖς δυσὶ μοίραις ἔγγιστα, ἀπεῖχεν δὲ τῆς θερινῆς τροπῆς τὰς πβ U+2220ʹ μοίρας· ἐν τοῖς ιβ ἔτεσιν ἄρα τοῖς μεταξὺ τῶν δύο τηρήσεων ςʹ ἔγγιστα κεκίνηται μιᾶς μοίρας εἰς τὰ ἑπόμενα τῆς θερινῆς τροπῆς. Μενέλαος δὲ ὁ γεωμέτρης ἐν ἔώμῃ φησὶν τετηρῆσθαι τῷ αʹ ἔτει Τραιανοῦ Μεχὶρ ιεʹ εἰς τὴν ιςʹ ὥρας ι πεπληρωμένης τὸν τάχυν ὑπὸ τῆς σελήνης ἠφανισμένον· μὴ ὁρᾶσθαι γάρ· ἀλλʼ ὥρας ἑνδεκάτης ληγούσης τεθεωρῆσθαι προηγούμενον τοῦ κέντρου τῆς σελήνης ἔλαττον τῆς διαμέτρου αὐτῆς ἴσον ἀπέχοντα τῶν κεραιῶν. καί ἐστιν ὁ χρόνος κατὰ τὸ ωμε΄ ἔτος ἀπὸ Ναβονασάρου κατʼ Αἰγυπτίους Μεχὶρ ιεʹ εἰς τὴν ιςʹ μετὰ δ ὥρας καιρικὰς τοῦ μεσονυκτίου, ὅτε τὸ κέντρον αὐτῆς ἔγγιστα κατειλήφει τὸν Στάχυν, ἰσημερινὰς δὲ ἐ διὰ τὸ τὸν ῆλιον εἶναι περὶ τὰς κ μοίρας τοῦ Αἰγόκερω, καὶ πρὸς μὲν τὸν διʼ Ἀλεξανδρείας μεσημβρινὸν μετὰ ϛ γ΄, πρὸς δὲ τὰ ὁμαλὰ νυχθήμερα μετὰ ὅ δʹ ἢ μικρῷ πλεῖον, καθʼ ἣν ὥραν ἀκριβῶς μὲν ἀπεῖχεν τὸ κέντρον τῆς σελήνης τῆς θερινῆς τροπῆς μοίρας ἔ U+2220ʹ δʹ καὶ νοτιώτερον ἦν τοῦ διὰ μέσων μοίρᾳ ἀ καὶ γʹ ἔγγιστα, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἀπέχον μοίρας πϚ δʹ, νοτιώτερον δὲ β μοίραις, διὰ τὸ μεσουρανεῖν τὸ δʹ μάλιστα μέρος τῶν Χηλῶν. ταύτην ἄρα καὶ ὁ Στάχυς εἶχε τότε τὴν θέσιν. καὶ δῆλον, ὅτι τῷ ἴσῳ μὲν πάλιν κατὰ μόχαριν καὶ καθʼ ἡμᾶς νοτιώτερος ἦν τοῦ διὰ μέσων, τουτέστιν ταῖς β μοίραις, κατὰ μῆκος δὲ εἰς τὰ ἑπόμενα παρακεχώρηκεν ἀπὸ μὲν τῆς κατὰ τὸ λςʹ ἔτος τηρήσεως μοίρας γ ὑὲ τῶν μεταξὑ ἐτῶν ὄντων τçα, ἀπὸ δὲ τῆς κατὰ τὸ μηʹ ἔτος μοίρας γ με τῶν μεταξὑ ἐτῶν ὄντων τοε, ὡς καὶ ἐκ τούτων τὴν τῶν ρ ἐτῶν εἰς τὰ ἑπόμενα τοῦ Στάχυος παραχώρησιν μιᾶς ἔγγιστα συνάγεσθαι μοίρας. πάλιν Πμόχαρις μέν φησιν ἐν Ἀλεξανδρείᾳτηρήσας, ὅτι τῷ λςʹ ἔτει τῆς πρώτης κατὰ Κάλιππον περιόδου τοῦ μὲν Ποσειδεῶνος τῇ κε΄, τοῦ δὲ ψαωφὶ τῇ ιϛ΄, ὥρας ιʹ ἀρχούσης ἀκριβῶς σφόδρα ἐφαίνετο κατειληφυῖα ἡ σελήνη τῇ βορείῳ ἀψῖδι τὸν πρὸς ἄρκτον τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου. καί ἐστιν ὁ χρόνος κατὰ τὸ υνδʹ ἔτος ἀπὸ Ναβονασάρου κατʼ Αἰγυπτίους ἴαωφὶ ιςʹ εἰς τὴν ιζʹ μετὰ γ ὥρας καιρικὰς τοῦ μεσονυκτίου καὶ ἰσημερινὰς μὲν γ καὶ β πέμπτα διὰ τὸ τὸν ἥλιον εἶναι περὶ τὰς κς μοίρας τοῦ Τοξότου, πρὸς δὲ τὰ ὁμαλὰ νυχθήμερα γ καὶ ςʹ, καθʼ ἣν ὥραν ἀκριβῶς μὲν ἀπεῖχεν τῆς μετοπωρινῆς ἰσημερίας τὸ κέντρον τῆς σελήνης μοίρας λα δʹ καὶ βορειότερον ἦν τοῦ διὰ μέσων μοίρᾳ ἀ γʹ, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἐπέχον λβ, βορειότερον δὲ τοῦ διὰ μέσων μοίρᾳ ἀ ιβ, διὰ τὸ μεσουρανεῖν τὰ μέσα τοῦ Λέοντος· καὶ ὁ βορειότατος ἄρα τῶν ἐν τῷ μετώπῳ τοῦ κορπίου κατὰ μῆκος μὲν ἀπεῖχε τότε τῆς μετοπωρινῆς ἰσημερίας τὰς ἴσας μοίρας λβ, βορειότερος δʼ ἦν τοῦ διὰ μέσων μοίρᾳ α καὶ γʹ ἔγγιστα. Μενέλαος δὲ ὁμοίως ἐν Ῥώμῃ τηρήσας φησίν, ὅτι τῷ αʹ ἔτει Τραϊανοῦ Μεχὶρ ιηʹ εἰς τὴν ιθʹ ὥρας ιαʹ ληγούσης ἐφαίνετο ἐπʼ εὐθείας τῷ τε μέσῳ καὶ τῷ νοτίῳ τῶν ἐν τῷ μετώπῳ τοῦ κορπίου ἡ νότιος κεραία τῆς σελήνης, τὸ δὲ κέντρον αὐτῆς ὑπελείπετο τῆς εὐθείας καὶ τοσοῦτον ἀπεῖχεν ἀπὸ τοῦ μέσου, ὅσον ὁ μέσος ἀπὸ τοῦ νοτίου, ἐδόκει δὲ κατειληφέναι τὸν βόρειον τῶν ἐν τῷ μετώπῳ· οὐδαμοῦ γὰρ ἐφαίνετο. καί ἐστιν ὁ χρόνος πάλιν κατὰ τὸ ωμεʹ ἔτος ἀπὸ Ναβονασάρου κατʼ Αἰγυπτίους Μεχὶρ ιηʹ εἰς τὴν ιθʹ μετὰ ε ὥρας καιρικὰς τοῦ μεσονυκτίου καὶ ἰσημερινὰς μὲν ς ςʹ διὰ τὸ τὸν ἥλιον περὶ τὰς κγ μοίρας εἶναι τοῦ Αἰγόκερω, πρὸς δὲ τὸν διʼ Ἀλεξανδρείας μεσημβρινὸν ζ U+2220΄, τὰς αὐτὰς δὲ σχεδὸν καὶ πρὸς τὰ ὁμαλὰ νυχθήμερα, καθʼ ἣν ὥραν ἀκριβῶς μὲν ἀπεῖχε τῆς μετοπωρινῆς ἰσημερίας τὸ κέντρον τῆς σελήνης μοίρας λε γʹ καὶ βορειότερον ἦν τοῦ διὰ μέσων μοίραις β καὶ ϛʹ, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἐπέχον μοίρας λε νε, βορειότερον δὲ μοίρᾳᾶ καὶ γʹ, ἐπειδήπερ ἐμεσουράνει τὰ τελευταῖα τῶν) Χηλῶν· καὶ ὁ βορειότατος ἄρα τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου τότε τὴν αὐτὴν ἔγγιστα θέσιν ἐπεῖχεν. ὥστε φανερόν, ὅτι καὶ ἐπὶ τούτου τοῦ ἀστέρος ἡ μὲν κατὰ πλάτος πρὸς τὸν διὰ μέσων ἀπόστασις ἡ αὐτὴ τετήρηται πάλαι καὶ νῦν, ἡ δὲ κατὰ μῆκος παρακεχώρηκεν εἰς τὰ ἑπόμενα τῆς μετοπωρινῆς ἰσημερίας μοίρας γ νε τοῦ μεταξὑ τῶν τηρήσεων χρόνου συνάγοντος ἔτη τçα, οἷς πάλιν ἀκόλουθόν ἐστιν τὸ καὶ ἐν τοῖς ρ ἔτεσι μιᾶς μοίρας συνάγεσθαι τὴν εἰς τὰ ἑπόμενα τοῦ ἀστέρος παραχώρησιν.