# Fragmenta 198.2

Clearchus, Fragmenta, 198.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/198.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/198.2

. ΦΩΚΕΩΝ. [Idem. Pol. V, 3, 3 : Ἐν Δελφοῖς, ἐκ χηδείας γενομένης διαφορᾶς, ἀρχὴ πασῶν ἐγένετο τῶν στάσεων τῶν ὑστερον· ὁ μὲν γὰρ οἰωνισάμενος τι σύμπτωμα, ὡς ἤθλεν ἐπὶ τὴν νύμφην, οὐ λαβὼν ἀπήθλεν· οἱ δ᾽ ὡς ὑβρισθέντες ἐνέβαλον τῶν ἱερῶν χρημάτων θύοντες, χάλπεται ὡς ἱερόσυλον ἀπέκτειναν. Cf. Plutarch. Præc. Pol. c. 32, 15 : Ἐν Δελφοῖς δ μέγιστος λέγεται γενέσθαι νεωτερισμὸς ὑπὸ Κράτητος, οὗ μέλλων θυγάτερα γαμεῖν Ὀργίλαος δ Φάλιδος, εἴτα τοῦ κρατήρος αὐτοματῶς ἐπὶ ταῖς σπονδαῖς μέσου βαγέντος, οἰωνισάμενος, καὶ καταλιπὼν τὴν νύμφην, ἀπήθλε μετὰ τοῦ πατρός· ὁ δὲ Κράτης οὐλὴν ὑστερον θύουσαν αὐτοῦ ὑποβαλὼν χρυσίον τι τῶν ἱερῶν, κατεχρήμνισε τὸν Ὀργίλαον καὶ τὸν ἀδελφὸν ἀκρίτους, καὶ πάλιν τῶν φίλων τινὰς καὶ οἰκείων, ἰκτευόντας ἐν τῷ ἱερῷ τῆς Προνίας, ἀνεῖλε· πολλῶν δὲ τοιούτων γενομένων ἀποκτεινάντες οἱ Δελφοὶ τὸν Κράτητα καὶ τοὺς συστασιάσαντας, ἐκ τῶν χρημάτων, ἐναγικῶν προσαγορευθέντων, τοὺς κάτω ναοὺς ἀνοικοδόμησαν. ]

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
