# Fragmenta 219.1

Clearchus, Fragmenta, 219.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/219.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/219.1

ταύτην τὴν δημοκρατίαν (sc. in qua omnes cives reip. administrationis participes sint), καὶ τὸν δῆμον ποιεῖν ἰσχυρὸν εἰώθασιν οἱ προεστῶτες τῷ προσλαμβάνειν ὡς πλείστους, καὶ ποιεῖν πολίτας μὴ μόνον τοὺς γνησίους, ἀλλὰ καὶ τοὺς ἐξ ὑποτερουσῶν πολίτου, λέγω δὲ ὅσον πατρός ἢ μητρός· ἅπαν γὰρ οἰκεῖον τοῦτο τῷ τοιούτῳ δήμῳ μᾶλλον. Εἰώθασι μὲν οὖν οἱ δημαγωγοὶ κατασκευάζειν αὐτοῦ δεῖ μέντοι προσλαμβάνειν μέχρις ἂν ὑπερτείνῃ τὸ πλῆθος τῶν γνωρίμων καὶ τῶν μέσων, καὶ τοῦτο μὴ πέρα προβαίνειν· ὑπερβάλλοντες γὰρ ἀτακτοτέραν τε ποιοῦσι τὴν πολιτείαν, καὶ τοὺς γνωρίμους πρὸς τὸ χαλεπῶς ὑπομένειν τὴν δημοκρατίαν παραθύνουσι μᾶλλον· ὅπερ συνέβη τῆς στάσεως αὐτῶν γενέσθαι περὶ Κυρήνην· ὀλίγον μὲν γὰρ πονηρὸν παραρᾷται· πολὺ δὲ γινόμενον ἂν ὀρθολμοῖς μᾶλλον ἐστιν. Ἔστι δὲ καὶ τὰ τοιαῦτα κατασκευάσματα χρήσιμα πρὸς τὴν δημοκρατίαν τὴν τοιαύτην, ὡς Κλεισθένης τε Ἀθηνησιν ἐχρήσατο, βουλόμενος αὐξῆσαι τὴν δημοκρατίαν, καὶ περὶ Κυρήνην οἱ τὸν δήμον καθιστάντες· φυλαὶ τε γὰρ ἑτεραι ποιητέαι πλείους καὶ φρατρίαι, καὶ τὰ τῶν ἰδίων ἱερῶν συνακτῶν εἰς ὀλίγα καὶ κοινά, καὶ πάντα σοφιστέον, ὅπως ἂν δτι μάλιστα ἀναμιχθῶσι πάντες ἀλλήλοις, αἱ δὲ συνήθειαι διασχεθῶσιν αἱ πρότερον. ]

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
