# Fragmenta 219.3

Clearchus, Fragmenta, 219.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/219.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/219.3

[ΚΑΡΧΗΔΟΝΙΩΝ.] ἀλλὰ κύριοι χρῆναι εἰσὶ καὶ τῷ βουλομένῳ τοῖς εἰσερομένοις ἀντειπεῖν ἐξεστιν, ὅπερ ἐν ταῖς ἑτέραις πολιτείαις οὐκ ἔστιν. (4) Τὸ δὲ τὰς πενταρχίας κυρίας οὔσας πολλῶν καὶ μεγάλων ὑφ’ αὐτῶν αἱρετὰς εἶναι, καὶ τὴν τῶν ἐκατὸν ταύτας αἱρεῖσθαι τὴν μεγίστην ἀρχήν, ἐπὶ δὲ ταύτας πλείονα ἄρχειν χρόνον τῶν ἄλλων (καὶ γὰρ ἐξεληλυθότες ἄρχουσι καὶ μέλλοντες) ὀλιγαρχικόν, τὸ δ’ ἀμείβους καὶ μὴ κληρωτὰς, ἀριστοκρατικὸν θετέον, καὶ εἰ τὶ τοιούτων ἕτερον, καὶ τὸ τὰς δίκας ὑπὸ τῶν ἀρχείων πάντων δικάζεσθαι πάσας, καὶ μὴ ἄλλας ὑπ’ ἄλλων, καθάπερ ἐν Λακεδαίμονι. (5) Παρεκβαίνει δὲ τῆς ἀριστοκρατίας ἡ τάξις τῶν Καρχηδονίων μάλιστα πρός τὴν ὀλιγαρχίαν κατὰ τινὰ διόνοιαν, ἡ συνδοκεῖ τοῖς πολλοῖς: οὐ γὰρ μόνον ἀριστινδὴν, ἀλλὰ καὶ πλουτινδὴν εἶναι τὸν δεῖν αἱρεῖσθαι τοὺς ἄρχοντας· ἀδύνατον γὰρ τὸν ἀποροῦντα καλῶς ἄρχειν καὶ σχολάζειν. Εἴπερ οὖν τὸ μὲν αἱρεῖσθαι πλουτινδὴν ὀλιγαρχικόν, τὸ δὲ κατ’ ἀρετὴν ἀριστοκρατικόν, αὕτη τις ἂν εἴη τάξις τρίτη, καθ’ ἣν περ συντέτακται καὶ τοῖς Καρχηδονίοις τὰ περὶ τὴν πολιτείαν· αἱροῦνται γὰρ εἰς δύο ταῦτα βλέποντες καὶ μάλιστα τὰς μεγίστας, τοὺς τε βασιλεῖς καὶ τοὺς στρατηγοὺς. (6) Δεῖ δὲ νομίζειν ἀμάρτημα νομοθέτου τὴν παρέχουσαν εἶναι τῆς ἀριστοκρατίας ταύτην· ἐξ ἀρχῆς γὰρ τοῦθ’ ὁρᾶν ἐστι τῶν ἀναγκαιωτάτων, ὅπως

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
