# Fragmenta 241.1

Clearchus, Fragmenta, 241.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/241.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/241.1

Schol. Aristidis p. 105 ed. Frommel. : Ἡ τάξις τῶν ἀγώνων κατὰ Ἀριστοτέλην γράφεται· Πρῶτα μὲν τὰ Ἐλευσίνια διὰ τὸν καρπὸν τῆς Δήμητρος· δεύτερα δὲ τὰ Παναθήναια ἐπὶ Ἀστέρῃ τῷ γίγαντι ὑπὸ Ἀθηνᾶς (sic Schneidew. pro vg. Ἀθηνείας) ἀναιρεθέντι· τρίτος, ὃν Ἄργει Δαναὸς ἔθηκε διὰ τὸν γάμον τῶν θυγατέρων αὐτοῦ· τέταρτος ὁ ἐν Ἀρκαδία τεθεὶς ὑπὸ Λυκάονος, ὃς ἐκλήθη Λύκαια· πέμπτος ὁ ἐν Ἰωλκῷ Ἀκάστου ( sic Schn. pro Ἰοκάστου ) καθηγησαμένου ἐπὶ Πε-λίας τῷ πατρὶ· ἕκτος ὁ ἐν Ἰσθμῷ Σισύρου νομοθετή-σαντος ἐπὶ Μελικέρτῃ· ἕβδομος ὁ Ὀλυμπιακὸς Ἡρα-κλέους νομοθετήσαντος ἐπὶ Πέλοπι· ὀγδοὸς δὲν Νεμέᾳ, ὃν ἔθηκαν οἱ ἐπτά ἐπὶ Θήβας ἐπὶ Ἀργειμώρῳ· ἕνατος ὁ ἐν Τροίᾳ, ὃν Ἀχιλλεύς ἐπὶ Πατρόκλῳ ἐποίησεν· δέκα-τος ὁ Πυθῖος, ὃν οἱ Ἀμφικτύονες ἐπὶ τῷ Πύθωνος φόνῳ ἔθηκαν. Ταύτην τὴν τάξιν εἰς Πέπλους συνθεὶς ὁ Ἀριστοτέλης ἐξέθετο τῶν ἀρχαίων καὶ παλαιῶν ἀγώνων.

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
