# Fragmenta 251.8

Clearchus, Fragmenta, 251.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/251.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/251.8

δευτέρῳ Περὶ δικαιοσύνης φησιν· « Ἡ Μιλήσιον πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἐχθράς· οἱ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες, ἐκ βιῶν ἀνελθόν τοὺς ἐχθρούς. Στασιάζοντων γὰρ τῶν τὰς οὐσίας ἔχοντων καὶ τῶν δημοτῶν, οὓς ἐκεῖνοι Γεργίβας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος, καὶ τοὺς πλουσίους ἐκβαλὼν, καὶ συναγαγὼν τὰ τέκνα τῶν φυγόντων εἰς ἀλωνίας, βοὺς συναγαγόντες συνηλίφισαν καὶ παρανομοτάτῳ θανάτῳ διεφθείραν. Τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες, ἀπαντας, ὧν κύριοι κατέστησαν, μετὰ τῶν τέκνων κατεπίτισαν. Ὅν καιομένων φασιν ἄλλα τε πολλὰ γενέσθαι τέρατα, καὶ ἐλαῖαν ἱερὰν αὐτομάτῃ ἀναφθῆναι. Διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλυσεν αὐτοὺς τοῦ μαντείου, καὶ ἐπερωτῶντων, διὰ τίνα αἰτίαν ἀπελαύνονται, εἶπε·

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
